Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 43

 
αἰνοπαθὴς Ψαμάθη πολυταρβέα ῥήξατο φωνήν· 360
 
Εἰ Θέτιδος χάριν οἶσθα καὶ εὐπαλάμου Βριαρῆος,
 
εἰ μάθες Αἰγαίωνα τεῶν χραισμήτορα θεσμῶν,
 
Ζεῦ ἄνα, Βάκχον ἔρυκε μεμηνότα· μηδὲ νοήσω
 
δουλοσύνην Νηρῆος ἐπὶ Γλαύκοιο τελευτῇ·
 
μὴ Θέτις αἰολόδακρυς ὑποδρήσσειε Λυαίῳ, 365
 
δμωίδα μή μιν ἴδοιμι παρὰ Βρομίῳ, χθόνα Λυδῶν
 
ὀψομένην μετὰ πόντον, Ἀχιλλέα, Πηλέα, Πύρρον,
 
υἱωνόν, πόσιν, υἷα μιῇ στενάχουσαν ἀνίῃ·
 
Λευκοθέην δʼ ἐλέαιρε γοήμονα, τῆς παρακοίτης
 
υἷα λαβὼν ἐδάιξε, τὸν ἀστόργοιο τοκῆος 370
 
παιδοφόνοι γλωχῖνες ἐδαιτρεύσαντο μαχαίρης.
 
ὣς φαμένης ἤκουσε διʼ αἰθέρος ὑψιμέδων Ζεύς,
 
καὶ Βερόης ὑμέναιον ἐπέτρεπεν ἐννοσιγαίῳ,
 
καὶ μόθον ἐπρήυνε γαμοστόλον·οὐρανόθεν γὰρ
 
νυμφιδίην ἀτέλεστον ἀναστέλλοντες Ἐνυὼ 375
 
Βάκχον ἀπειλητῆρες ἐκυκλώσαντο κεραυνοί.
 
καὶ θεὸς ἀμπελόεις γαμίῳ δεδονημένος ἰῷ
 
κούρην μὲν μενέαινε· πατὴρ δέ μιν ὑψιμέδων Ζεὺς
 
βρονταίης ἀνέκοπτε μέλος σάλπιγγος ἀράσσων,
 
καὶ πόθον ὑσμίνης ἀνεσείρασε πάτριος ἠχώ. 380
 
ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς ὁδίτης,
 
στυγνὸς ὀπισθοβόλῳ δεδοκημένος ὄμματι κούρην·
 
οὔασι δʼ αἰδομένοισιν ἀειδομένων ἐνὶ πόντῳ
 
ζῆλον ἔχων ἤκουεν Ἀμυμώνης ὑμεναίων.
 
καὶ γάμον ἡμιτέλεστον ἁλίβρομος ἤπυε σύριγξ, 385
 
καὶ δονέων ἄσβεστον ἐν ὕδασι νυμφίδιον πῦρ
 
παστὸν Ἀμυμώνης θαλαμηπόλος ἤπυε Νηρεύς,
 
καὶ μέλος ἔπλεκε Φόρκυς· ὁμοζήλῳ δὲ πορείῃ
 
Γλαῦκος ἀνεσκίρτησεν, ἐβακχεύθη Μελικέρτης·
 
καὶ ζυγίην Γαλάτεια διακρούουσα χορείην 390
 
ἄστατος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,
 
καὶ γάμιον μέλος εἶπεν, ἐπεὶ μάθε καλὰ λιγαίνειν
 
ποιμενίῃ σύριγγι διδασκομένη Πολυφήμου.
 
καὶ Βερόης διεροῖσιν ὁμιλήσας ὑμεναίοις
 
νυμφίος ἐννοσίγαιος ἐφίλατο πατρίδα νύμφης· 395
 
καὶ Βερόης ναέτῃσιν ἑῆς κειμήλιον εὐνῆς
 
Ἄρεος εἰναλίοιο θαλασσαίην πόρε νίκην.
 
καὶ γάμος ὄλβιος ἦεν, ἐπεὶ βυθίῳ παρὰ παστῷ
 
ἄξιον ἕδνον Ἔρωτος Ἄραψ ἐκομίσσατο Νηρεύς,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme