Book 43
Δίζεο τεσσαρακοστὸν ἔτι τρίτον, ὁππόθι μέλπω Ἄρεα κυματόεντα καἰ ἀμπελόεσσαν Ἐνυώ.
ὣς ὁ μὲν ἐγρεκύδοιμος Ἄρης, ὀχετηγὸς Ἐρώτων,
νυμφιδίης ἀλάλαζε μάχης θαλαμηπόλον ἠχώ,
καὶ γαμίου πολέμοιο θεμείλια πῆξεν Ἐνυώ·
καὶ κλόνον αἰθύσσων ἐνοσίχθονι καὶ Διονύσῳ
θοῦρος ἔην Ὑμέναιος, ἐς ὑσμίνην δὲ χορεύων
5
χάλκεον ἔγχος ἄειρεν Ἀμυκλαίης Ἀφροδίτης,
Ἄρεος ἁρμονίην Φρυγίῳ μυκώμενος αὐλῷ.
καὶ Σατύρων βασιλῆι καὶ ἡνιοχῆι θαλάσσης
παρθένος ἦεν ἄεθλον· ἀναινομένη δὲ σιωπῇ
εἰναλίου μνηστῆρος ἔχειν μετανάστιον εὐνὴν
10
ὑγρὸν ὑποβρυχίων ἐπεδείδιε παστὸν Ἐρώτων,
καὶ πλέον ἤθελε Βάκχον· ἔικτο δὲ Δηιανείρῃ,
ἥ ποτε νυμφιδίοιο περιβρομέοντος ἀγῶνος
ἤθελεν Ἡρακλῆα, καὶ ἀσταθέος ποταμοῖο
ἵστατο δειμαίνουσα βοοκραίρους ὑμεναίους.
15
καὶ δρόμον αὐτοκέλευστον ἔχων ἑλικώδεϊ ῥόμβῳ
ἀννέφελος σάλπιζε μέλος πολεμήιον αἰθήρ·
καὶ βλοσυρὸν μύκημα χέων λυσσώδεϊ λαιμῷ
Ἀσσυρίῳ τριόδοντι κορύσσετο κυανοχαίτης,
σείων πόντιον ἔγχος. ἀπειλήσας δὲ θαλάσσῃ
20
εἰς ἐνοπὴν Διόνυσος ἐκώμασεν οἴνοπι θύρσῳ,
μητρὸς ὀρεσσινόμοιο καθήμενος ἅρματι Ῥείης·
καί τις ἀεξομένη παρὰ Μυγδόνος ἄντυγα δίφρου
ἄμπελος αὐτοτέλεστος ὅλον δέμας ἔσκεπε Βάκχου,
βόστρυχα μιτρώσασα κατάσκια σύζυγι κισσῷ·
25
καί τις ὑπὸ ζυγόδεσμα περίπλοκον αὐχένα σείων
θηγαλέῳ χθονὸς ἄκρα λέων ἐχαράξατο ταρσῷ,
τρηχαλέον μύκημα σεσηρότι χείλεϊ πέμπων·
καὶ βραδὺς ἑρπύζων ἐλέφας παρὰ γείτονι πηγῇ
ὄρθιον ἀγνάμπτοιο ποδὸς στήριγμα κολάψας,
30
ὄμβριον ἀζαλέοισιν ἀνήφυσε χείλεσιν ὕδωρ,
καὶ προχοὰς ξήραινε· κονιομένων δὲ ῥοάων
πηγαίην ἀχίτωνα μετήγαγε διψάδα Νύμφην.
καὶ θεὸς ὑγρομέδων ἐκορύσσετο· Νηρεΐδων δὲ
ἦν κλόνος· ἰκμαλέοι δὲ θαλασσαίων ἀπὸ νώτων
35
δαίμονες ἐστρατόωντο· τανυπτόρθοις δὲ κορύμβοις
δῶμα Ποσειδάωνος ἱμάσσετο, πόντιον ὕδωρ·
καὶ χθονίου λοφόεντος ἀρασσομένου κενεῶνος
ἡμερίδες. Λιβάνοιο μετοχλίζοντο τριαίνῃ.