Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 42

 
Εὔιος ἀγρευτῆρι πανείκελος· ἁβροκόμῳ δὲ
 
ἀλλοφυὴς ἄγνωστος ὁμίλεεν ἄζυγι κούρῃ
 
εἴκελος ἡβητῆρι, καὶ ἀκλινὲς ἀμφὶ προσώπῳ
 
ψευδαλέον μίμημα σαόφρονος ἔπλασεν αἰδοῦς·
 
καὶ πῇ μὲν σκοπίαζεν ἐρημάδος ἄκρον ἐρίπνης, 130
 
πῇ δὲ τανυπτόρθοιο βαθύσκιον εἰς ῥάχιν ὕλης,
 
εἰς πίτυν ὄμμα φέρων λελιημένον, ἄλλοτε πεύκην
 
ἢ πτελέην ἐδόκευε· φυλασσομένου δὲ προσώπου
 
ὄμμασι λαθριδίοισιν ἐδέρκετο γείτονα κούρην,
 
μή μιν ἀλυσκάζειε μετάτροπος· ἠιθέῳ γὰρ 135
 
κάλλος ὀπιπεύοντι καὶ ἥλικος ὄμματα κούρης
 
Κυπριδίων ἐλάχεια παραίφασίς ἐστιν Ἐρώτων.
 
καὶ Βερόης σχεδὸν ἦλθε καὶ ἤθελε μῦθον ἐνίψαι,
 
ἀλλὰ φόβῳ πεπέδητο· φιλεύιε, πῇ σέο θύρσοι
 
ἀνδροφόνοι; πῇ φρικτὰ κεράατα; πῇ σέο χαίτῃ 140
 
γλαυκὰ πεδοτρεφέων ὀφιώδεα δεσμὰ δρακόντων;
 
πῇ στομάτων μύκημα βαρύβρομον; ἆ μέγα θαῦμα,
 
παρθένον ἔτρεμε Βάκχος, ὃν ἔτρεμε φῦλα Γιγάντων·
 
γηγενέων ὀλετῆρα φόβος νίκησεν Ἐρώτων·
 
τοσσατίων δʼ ἤμησεν ἀρειμανέων γένος Ἰνδῶν, 145
 
καὶ μίαν ἱμερόεσσαν ἀνάλκιδα δείδιε κούρην,
 
δείδιε θηλυτέρην ἁπαλόχροον· ἐν δὲ κολώναις
 
θηρονόμῳ νάρθηκι κατεπρήυνε λεόντων
 
φρικαλέον μύκημα, καὶ ἔτρεμε θῆλυν ἀπειλήν·
 
καί οἱ ἐριπτοίητον ὑπὸ στόμα μῦθος ἀλήτης 150
 
γλῶσσαν ἐς ἀκροτάτην ἐτιταίνετο χείλεϊ γείτων,
 
ἐκ φρενὸς ἀίσσων καὶ ἐπὶ φρένα νόστιμος ἕρπων·
 
ἀλλὰ φόβον γλυκύπικρον ἔχων αἰδήμονι σιγῇ
 
εἰς φάος ἐσσυμένην παλινάγρετον ἔσπασε φωνήν.
 
καὶ μόγις ὑστερόμυθον ὑπὸ στόμα δεσμὸν ἀράξας 155
 
αἰδοῦς ἀμβολιεργὸν ἀπεσφήκωσε σιωπήν,
 
καὶ Βερόην ἐρέεινε χέων ψευδήμονα φωνήν·
 
Ἄρτεμι, πῇ σέο τόξα;τίς ἥρπασε σεῖο φαρέτρην;
 
πῇ λίπες, ὃν φορέεις ἐπιγουνίδος ἄχρι χιτῶνα;
 
πῇ σέο κεῖνα πέδιλα, θοώτερα κυκλάδος αὔρης; 160
 
πῇ χορὸς ἀμφιπόλων;πῇ δίκτυα; πῇ κύνες ἀργαί;
 
οὐ δρόμον ἐντύνεις κεμαδοσσόον· οὐκ ἐθέλεις γὰρ
 
ἀγρώσσειν, ὅθι Κύπρις Ἀδώνιδος ἐγγὺς ἰαύει.
 
ἔννεπε θάμβος ἔχων ἀπατήλιον· ἐν κραδίῃ δὲ
 
παρθενικὴ μείδησεν· ἀπειροκάκῳ δὲ μενοινῇ 165

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme