Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 42

 
ὠκεανὸν κελάδοντα τεὸν θεράποντα καλέσσω·
 
σοὶ ποταμοὺς ξύμπαντας ὀπάονας ἕδνον ὀπάσσω.
 
εἰ δὲ καὶ ἀμφιπόλοις ἐπιτέρπεαι, εἰς σὲ κομίσσω
 
θυγατέρας Νηρῆος· ἀναινομένη δὲ γενέσθω
 
μαῖα Διωνύσοιο τεὴ θαλαμηπόλος Ἰνώ. 485
 
ἔννεπε· χωομένην δὲ λιπών δυσπειθέα κούρην
 
ἠέρι μῦθον ἔειπε χέων ἀνεμώδεα φωνήν·
 
Μύρρης ὄλβιε κοῦρε, λαχὼν εὔπαιδα γενέθλην
 
τιμὴν μοῦνος ἔχεις διδυμάονα· μοῦνος ἀκούεις
 
καὶ γενέτης Βερόης καὶ νυμφίος ἀφρογενείης. 490
 
τοῖα μὲν ἐννοσίγαιος ἱμάσσετο κέντορι κεστῷ·
 
πολλὰ δὲ δῶρα τίταινεν Ἀδώνιδι καὶ Κυθερείῃ,
 
κούρης ἕδνον ἔρωτος. ὁμοφλέκτῳ δὲ βελέμνῳ
 
ὄλβον ἄγων Διόνυσος, ὅσον παρὰ γείτονι Γάγγῃ
 
χρυσοφαεῖς ὠδῖνες ἐμαιώσαντο μετάλλων, 495
 
πολλὰ μάτην ἱκέτευε θαλασσαίην Ἀφροδίτην.
 
καὶ Παφίη δεδόνητο, πολυμνήστοιο δὲ κούρης
 
ἀμφοτέρους μνηστῆρας ἐδείδιεν· ἀμφοτέρων δὲ
 
ἰσοτύπων ὁρόωσα πόθον καὶ ζῆλον Ἐρώτων
 
Ἄρεϊ νυμφιδίῳ Βερόης κήρυξεν ἀγῶνα 500
 
καὶ γάμον αἰχμητῆρα καί ἱμερόεσσαν Ἐνυώ.
 
καί μιν ὅλην πυκάσασα γυναικείῳ τινὶ κόσμῳ
 
Κύπρις ἐπʼ ἀκροπόληος ἑῆς ἱδρύσατο πάτρης
 
παρθένον ἀμφήριστον ἀέθλιον ἁβρὸν Ἐρώτων·
 
ἀμφοτέροις δὲ θεοῖσι μίαν ξυνώσατο φωνήν· 505
 
Ἤθελον, εἰ δύο παῖδας ἐγὼ λάχον, ὄφρα συνάψω
 
τὴν μὲν ὀφειλομένην ἐνοσίχθονι, τὴν δὲ Λυαίῳ·
 
ἀλλʼ ἐπεὶ οὐ γενόμην διδυγητόκος, οὐδὲ κελεύει
 
θεσμὰ γάμων ἄχραντα μίαν ξυνήονα κούρην
 
ζεῦξαι διχθαδίοισιν ἀμοιβαίοις παρακοίταις, 510
 
ἀμφὶ μιῆς ἀλόχοιο μόθος νυμφοστόλος ἔστω·
 
οὐ γὰρ ἄτερ καμάτου Βερόης λέχος· ἀμφὶ δὲ νύμφης
 
ἄμφω ἀεθλεύσοιτε γάμου προκέλευθον ἀγῶνα·
 
ὅς δέ κε νικήσει, Βερόην ἀνάεδνον ἀγέσθω
 
ἀμφοτέροις φίλος ὅρκος· ἐπεὶ περιδείδια κούρης 515
 
γείτονος ἀμφί πόληος, ὅπῃ πολιοῦχος ἀκούω,
 
πατρίδα μὴ Βερόης Βερόης διὰ κάλλος ὀλέσσω·
 
συνθεσίας πρὸ γάμοιο τελέσσατε, μὴ μετὰ χάρμην
 
πόντιος ἐννοσίγαιος ἀτεμβόμενος περὶ νίκης
 
γαῖαν ἀιστώσειεν ἑῆς γλωχῖνι τριαίνης, 520

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme