Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 41

 
αὐτοφυεῖς λειμῶνες ἐρευγόμενοι βρύα ποίης 120
 
ἤνθεον ἔνθα καὶ ἔνθα, πολυψαμάθῳ δʼ ἐνὶ κόλπῳ
 
ἠιόνες ῥοδέοισιν ἐφοινίσσοντο κορύμβοις,
 
πέτρη δʼ ἀφριόωσα θυώδεος ἔγκυος οἴνου
 
πορφυρέην ὠδῖνα χαραδραίῳ τέκε μαζῷ,
 
ληναίαις λιβάδεσσι κατάσκιον ὄμβρον ἐέρσης 125
 
ἀργεννὴ κελάρυζε γαλαξαίῳ χύσις ὁλκῷ·
 
αὐτοχύτου δὲ μύροιο μετάρσιον ἀτμὸν ἑλίσσων
 
ἠερίους ἐμέθυσσε πόρους εὔοδμος ἀήτης.
 
καὶ τότε θοῦρον Ἔρωτα, γονῆς πρωτόσπορον ἀρχήν,
 
ἁρμονίης κόσμοιο φερέσβιον ἡνιοχῆα, 130
 
ἀρτιφανὴς ὤδινεν ἐπʼ ὀφρύσι γείτονος ὅρμου·
 
καὶ πάις ὠκυπόδης, κόπον ἄρσενα ποσσὶ τινάξας,
 
γαστρὸς ἀμαιεύτοιο μογοστόκον ἔφθασεν ὥρην,
 
μητρὸς ἀνυμφεύτοιο μεμυκότα κόλπον ἀράξας,
 
θερμὸς ἔτι πρὸ τόκοιο· κυβιστητῆρι δὲ παλμῷ 135
 
δινεύων πτερὰ κοῦφα πύλας ὤιξε λοχείης.
 
καὶ ταχὺ αἰγλήεντι θορὼν ἐπί μητρὸς ἀγοστῷ
 
ἄστατος ἀκλινέεσσιν Ἔρως ἀνεπάλλετο μαζοῖς,
 
στήθεϊ παιδοκόμῳ τετανυσμένος· εἶχε δὲ φορβῆς
 
ἵμερον αὐτοδίδακτον· ἀνημέλκτοιο δὲ θηλῆς 140
 
ἄκρα δακὼν γονίμων λιβάδων τεθλιμμένον ὄγκῳ
 
οἰδαλέων ἀκόρητος ὅλον γλάγος ἔσπασε μαζῶν.
 
ῥίζα βίου, Βερόη, πολίων τροφός, εὖχος ἀνάκτων,
 
πρωτοφανής, Αἰῶνος ὁμόσπορε, σύγχρονε κόσμου,
 
ἕδρανον Ἑρμείαο, Δίκης πέδον, ἄστυ θεμίστων, 145
 
ἔνδιον Εὐφροσύνης, Παφίης δόμος, οἶκος Ἐρώτων,
 
Βάκχου τερπνὸν ἔδεθλον, ἐναύλιον ἰοχεαίρης,
 
Νηρεΐδων ἀνάθημα, Διὸς δόμος, Ἄρεος αὐλή,
 
Ὀρχομενὸς Χαρίτων, Λιβανηίδος ἄστρον ἀρούρης,
 
Τηθύος ἰσοέτηρος, ὁμόδρομος Ὠκεανοῖο, 150
 
ὃς Βερόην ἐφύτευσεν ἑῷ πολυπίδακι παστῷ
 
Τηθύος ἰκμαλέοισιν ὁμιλήσας ὑμεναίοις,
 
ἥν περ Ἀμυμώνην ἐπεφήμισαν, εὖτέ ἑ μήτηρ
 
ὑδρηλῆς φιλότητος ὑποβρυχίῃ τέκεν εὐνῇ
 
ἀλλά τις ὁπλοτέρη πέλεται φάτις, ὅττί μιν αὐτὴ 155
 
ἀνδρομέης Κυθέρεια κυβερνήτειρα γενέθλης
 
Ἀσσυρίῳ πάνλευκον Ἀδώνιδι γείνατο μήτηρ·
 
καὶ δρόμον ἐννεάκυκλον ἀναπλήσασα Σελήνης
 
φόρτον ἐλαφρίζει· φθάμενος δέ μιν ὠκέι ταρσῷ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme