Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 41

 
εἰς ῥαχίην Νοτίην ψαμαθώδεές εἰσιν ἀταρποὶ
 
εἰς χθόνα Σιδονίην, ὅθι ποικίλα δένδρεα κήπων 40
 
καὶ σταφυλαὶ κομόωσι, τανυπτόρθοις δὲ πετήλοις
 
δάσκιος ἀπλανέεσσι τιταίνεται οἶμος ὁδίταις.
 
δοχμώσας δὲ ῥέεθρον ἐπʼ ᾐόνι πόντος ἀράσσει
 
ἀμφὶ δύσιν κυανωπόν, ὅπῃ λιγυηχέι ταρσῷ
 
ἑσπερίων Ζεφύροιο καθιππεύοντος ἐναύλων 45
 
συριγμῷ δροσόεντι Λίβυς ῥιπίζεται ἀγκών,
 
ἀνθεμόεις ὅθι χῶρος, ὅπῃ παρὰ γείτονι πόντῳ
 
φυταλιαὶ θαλέουσι, καὶ εὐπετάλων ἀπὸ δένδρων
 
ἄσθματι βομβήεντι μελίζεται ἔμπνοος ὕλη.
 
ἐνθάδε φῶτες ἔναιον ὁμήλικες ἠριγενείης,
 
οὓς Φύσις αὐτογένεθλος ἀνυμφεύτῳ τινὶ θεσμῷ
 
ἤροσε νόσφι γάμων, ἀπάτωρ, ἀλόχευτος, ἀμήτωρ,
 
ὁππότε συμμιγέων ἀτόμων τετράζυγι δεσμῷ
 
ὕδατι καὶ πυρόεντι πεφυρμένον ἠέρος ἀτμῷ 55
 
σύζυγα μορφώσασα σοφὸν τόκον ἄσπορος ἰλὺς
 
ἔμπνοον ἐψύχωσε γονὴν ἐγκύμονι πηλῷ,
 
οἶς Φύσις εἶδος ὄπασσε τελεσφόρον· ἀρχεγόνου γὰρ
 
Κέκροπος οὐ τύπον εἶχον, ὃς ἰοβόλῳ ποδὸς ὁλκῷ
 
γαῖαν ἐπιξύων ὀφιώδεϊ σύρετο ταρσῷ, 60
 
νέρθε δράκων, καὶ ὕπερθεν ἀπʼ ἰξύος ἄχρι καρήνου
 
ἀλλοφυὴς ἀτέλεστος ἐφαίνετο δίχροος ἀνήρ·
 
οὐ τύπον ἄγριον εἶχον Ἐρεχθέος, ὃν τέκε Γαίης
 
αὔλακι νυμφεύσας γαμίην Ἥφαιστος ἐέρσην·
 
ἀλλὰ θεῶν ἴνδαλμα γονῆς αὐτόχθονι ῥίζῃ 65
 
πρωτοφανής χρύσειος ἐμαιώθη στάχυς ἀνδρῶν.
 
καί Βερόης νάσσαντο πόλιν πρωτόσπορον ἕδρην,
 
ἣν Κρόνος αὐτὸς ἔδειμε, σοφῆς ὅτε νεύματι Ῥείης
 
ὀκρυόεν θέτο δόρπον ἑῷ πολυχανδέι λαιμῷ.
 
καί λίθον Εἰλείθυιαν ἔων βεβριθότι φόρτῳ, 70
 
θλιβομένης πολύπαιδος ἀκοντιστῆρα γενέθλης,
 
χανδὸν ὅλου ποταμοῖο ῥόον νεφεληδὸν ἀφύσσων
 
στήθεϊ παφλάζοντι μογοστόκον ἔστασεν ὕδωρ,
 
λύσας γαστέρος ὄγκον· ἐπασσυτέρους δὲ διώκων
 
δισσοτόκους υἱῆας ἀνήρυγεν ἔγκυος αὐχήν, 75
 
πορθμὸν ἔχων τοκετοῖο λεχώιον ἀνθερεῶνα·
 
Ζεὺς τότε κοῦρος ἔην, ἔτι που βρέφος· οὔ ποτε πυκνῷ
 
θερμὸν ἀνασχίζουσα νέφος βητάρμονι παλμῷ
 
ἀστεροπὴ σελάγιζε, καὶ οὐ Τιτηνίδι χάρμῃ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme