Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 41

 
εἰς ἑὸν οἶκον ἔβαινε παλίνδρομος· ἑζομένου δὲ 400
 
υἱέος ἐγγὺς ἔθηκεν ἑὴν χρυσήλατον ἕδρην,
 
καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ
 
πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,
 
γούνασι κουφίζουσα φίλον βάρος· ἀμφότερον δὲ
 
καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ 405
 
ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην,
 
οἷά περ ἀσχαλόωσα, δολόφρονα ῥήξατο φωνήν·
 
Ἐλπὶς ὅλου βιότοιο, παραίφασις ἀφρογενείης,
 
νηλειὴς ἐμὰ τέκνα βιήσατο μοῦνα Κρονίων·
 
ἐννέα γὰρ πλήσασα μογοστόκα κύκλα Σελήνης 410
 
δριμὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο
 
Ἁρμονίην ἐλόχευσα, καὶ ἄλγεα ποικίλα πάσχει
 
ἀχνυμένη· κούρην δὲ μογοστόκον ἔλλαχε Λητώ,
 
Ἄρτεμιν Εἰλείθυιαν, ἀρηγόνα θηλυτεράων.
 
τέκνον Ἀμυμώνης ὁμογάστριον, οὔ σε διδάξω, 415
 
ὡς λάχον ἐξ ἁλὸς αἷμα καὶ αἰθέρος· ἀλλὰ τελέσσαι
 
ἤθελον ἄξιον ἔργον, ὅπως παρὰ μητρὶ θαλάσσῃ
 
οὐρανόθεν γεγαυῖα καὶ οὐρανὸν ἐν χθονὶ πήξω·
 
ἀλλὰ κασιγνήτης ἐπὶ κάλλεϊ σεῖο
 
θέλγε θεούς, καὶ μᾶλλον ἴσον βέλος εἰν ἑνὶ θεσμῷ 420
 
πέμπε Ποσειδάωνι καὶ ἀμπελόεντι Λυαίῳ,
 
ἀμφοτέροις μακάρεσσιν· ἐγὼ δέ σοι ἄξια μόχθων
 
δῶρον ἑκηβολίης ἐπεοικότα μισθὸν ὀπάσσω·
 
δώσω σοι χρυσέην γαμίην χέλυν, ἣν παρὰ παστῷ
 
Ἁρμονίῃ πόρε Φοῖβος, ἐγὼ δέ σοι ἐγγυαλίξω 425
 
ἄστεος ἐσσομένου μνημήιον, ὄφρά κεν εἴης
 
καὶ μετὰ τοξευτῆρα λυροκτύπος, ὥς περ Ἀπόλλων.
← Previous 11 / 11

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme