Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 40

 
Χειροβίη τίλλουσα κόμην ἤμυξε παρειάς·
 
διχθαδίαις δʼ ὀδύνῃσιν ἱμάσσετο, καὶ γενετῆρα
 
οὐ τόσον ἐστενάχιζεν, ὅσον νεμέσιζεν ἀκοίτῃ·
 
ἔκλυε γὰρ Μορρῆος ἐρωμανέουσαν ἀνάγκην
 
καὶ δόλον ἠπεροπῆα σαόφρονα Χαλκομεδείης. 165
 
καί τινα μῦθον ἔειπεν ἑὸν ῥήξασα χιτῶνα·
 
Φειδόμενος μελίης γενέτην ἐμὸν ἔκτανε Μορρεύς·
 
οὐδὲ πέλε φθιμένου τιμήορος· ἐχθομένην δὲ
 
Χαλκομέδην ποθέων οὐκ ἤλασε θῆλυν Ἐνυώ,
 
ἀλλʼ ἔτι Βασσαρίδεσσι χαρίζεται. εἴπατε, Μοῖραι· 170
 
τίς φθόνος Ἰνδῴην πόλιν ἔπραθε; τίς φθόνος ἄφνω
 
ἔχραεν ἀμφοτέρῃσι θυγατράσι Δηριαδῆος;
 
θνήσκων μὲν κατὰ δῆριν ἑὴν παράκοιτιν Ὀρόντης
 
Πρωτονόην ἀκόμιστον ἐθήκατο πενθάδα χήρην,
 
Χειροβίην δʼ ἀπέειπεν ἔτι ζώουσαν ἀκοίτης. 175
 
γνωτῆς δʼ ἡμετέρης ὀλοώτερα πήματα πάσχω·
 
Πρωτονόη πόσιν ἔσχεν ἀοσσητῆρα τιθήνης,
 
Χειροβίη πόσιν ἔσχεν ἑῆς δηλήμονα πάτρης,
 
αἰχμητὴν ἀνόνητον, ὀπάονα Κυπρογενείης
 
ἄλκιμον, ἀλλοπρόσαλλον, ὁμοφρονέοντα Λυαίῳ. 180
 
εἰς ἐμὲ θωρήχθη καὶ ἐμὸς γάμος· ἡμετέρου γὰρ
 
Μορρέος ἱμείροντος ἐσυλήθη πόλις Ἰνδῶν·
 
πατρὸς ἐνοσφίσθην χάριν ἀνέρος· ἡ πρὶν ἀγήνωρ
 
καὶ θυγάτηρ βασιλῆος, ἐγώ ποτε δεσπότις Ἰνδῶν.
 
ἔσσομαι ἀμφιπόλων καὶ ἐγὼ μία· καὶ τάχα δειλὴ 185
 
δμωίδα Χαλκομέδειαν ἐμὴν δέσποιναν ἐνίψω.
 
σήμερον Ἰνδὸν ἔδεθλον ἔχεις, ἀπατήλιε, Μορρεῦ·
 
αὔριον αὐτοκέλευστος ἐλεύσεαι εἰς χθόνα Λυδῶν,
 
Χαλκομέδης διὰ κάλλος ὑποδρήσσων Διονύσῳ.
 
ἀμφαδὰ Χαλκομέδης ἔχε δέμνια, νυμφίε Μορρεῦ· 190
 
οὐκέτι γὰρ τρομέεις βλοσυρὸν στόμα Δηριαδῆος.
 
χάζεο, κικλήσκει σε δράκων πάλιν, ὅς σε διώκει
 
φρουρὸν ἀσυλήτοιο γάμου συριγμὸν ἰάλλων.
 
τοῖα μὲν ἀχνυμένη βαρυδάκρυος ἔννεπε νύμφη·
 
Πρωτονόη δʼ ὀλόλυξε τὸ δεύτερον. ἀμφοτέραις δὲ 195
 
χεῖρας ἐπικλίνασα κατηφέας ἴαχε μήτηρ·
 
Πατρίδος ἡμετέρης πέσον ἐλπἱδες· οὐκέτι λεύσσω
 
ἀνέρα Δηριαδῆα καὶ οὐκέτι γαμβρὸν Ὀρόντην.
 
Δηριάδης τέθνηκεν· ἐσυλήθη πόλις Ἰνδῶν,
 
ἀρραγὲς ἤριπε τεῖχος ἐμῆς χθονός· αἴθε καὶ αὐτὴν 200

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme