Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 40

 
μύρομαι ἀμφοτέρους καὶ Δηριάδην καὶ Ὀρόντην, 120
 
ἶσον ἀποφθιμένους διερὸν μόρον· ἀνδροφόνον γὰρ
 
Δηριάδην κρύφε κῦμα, ῤόος δʼ ἐκάλυψεν Ὀρόντην.
 
μητέρι δʼ οὐ γενόμην πανομοίιος· Ὀρσιβόη γὰρ
 
θυγατέρων ἤεισε καταφθαμένους ὑμεναίους·
 
Πρωτονόης γάμον εἶδεν, ἐδέξατο γαμβρὸν Ὀρόντην, 125
 
Χειροβίην δʼ ἔζευξεν ἀνικήτῳ παρακοίτῃ,
 
ὃν τρομέει καὶ Βάκχος ὁ τηλίκος· ἀμφιέπει μὲν
 
Χειροβίη ζώοντα φίλον πόσιν, οὐ δέ ἑ θύρσος,
 
οὐ ῥόος ἐπρήνιξεν· ἐγὼ δʼ ἄρα διπλόα πάσχω,
 
ἀνέρος οἰχομένοιο καὶ ὀλλυμένου γενετῆρος. 130
 
λῆγε, μάτην σέο παῖδα παρηγορέουσα, τιθήνη,
 
δός μοι ἔχειν ἐμὸν ἄνδρα, καὶ οὐ γενετῆρα γοήσω·
 
δεῖξον ἐμοί τινα παῖδα, παρήγορον ἀνδρὸς ἀνίης.
 
τίς με λαβὼν κομίσειεν ἐς εὐρυρέεθρον Ὑδάσπην, 135
 
ὄφρα κύσω φίλον οἶδμα μελισταγέος ποταμοῖο;
 
τίς με λαβὼν κομίσειεν ἐς ἱερὰ τέμπεα Δάφνης,
 
ὄφρα περιπτύξαιμι καὶ ἐν προχοῇσιν Ὀρόντην;
 
εἴην ἱμερόεις καὶ ἐγὼ ῥόος· αἴθε καὶ αὐτἠ
 
δάκρυσιν ὀμβρηθεῖσα φανήσομαι αὐτόθι πηγή,
 
ἧχι θανὼν εὔυδρος ἐμὸς πόσις οἶδμα κυλίνδει, 140
 
εὐνέτις ὑδατόεσσα· καὶ ἔσσομαι οἷα Κομαιθώ,
 
ἣ πάρος ἱμερόεντος ἐρασσαμένη ποταμοῖο
 
τέρπεται ἀγκὰς ἔχουσα καὶ εἰσέτι Κύδνον ἀκοίτην,
 
ἀνδράσι πὰρ Κιλίκεσσι μεμηλότα μῦθον ἀκούω· 145
 
οὐ μὲν ἐγὼ ποθέουσα παρέρχομαι ἡδὺν Ὀρόντην,
 
οἷα φυγὰς Περίβοια, καὶ οὔ ποτε καμπύλον ὕδωρ
 
ἂψ ἀνασειράζουσα φυλάξομαι ὑγρὸν ἀκοίτην.
 
εἰ δέ μοι οὐ πέπρωτο θανεῖν παρὰ γείτονι Δάφνῃ,
 
κύμασι πατροπάτωρ με κατακρύψειεν Ὑδάσπης, 150
 
μὴ Σατύρου κερόεντος ἐν ἀγκοίνῃσιν ἰαύσω,
 
μὴ Φρύγα κῶμον ἴδω, μὴ κύμβαλα χερσὶ τινάξω,
 
μὴ τελετὴν τελέσω φιλοπαίγμονα, μηδὲ νοήσω
 
Μαιονίην, μὴ Τμῶλον ἴδω, μὴ δῶμα Λυαίου
 
ἤ ζυγὰ δουλοσύνης βαρυαχθέα, μή τις ἐνίψῃ· 155
 
 
 
ὣς φαμένης ἐλεεινὰ συνεστενάχοντο γυναῖκες,
 
ὧν πάις, ὧν τέθνηκεν ἀδελφεός, ὧς γενετῆρες
 
ἢ πόσις ἀρτιγένειος ἀώριος. ἐκ δὲ καρήνου 160

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme