Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 40

 
σπεύδων μὲν πτερόεντι βαλεῖν Διόνυσον ὀιστῷ, 40
 
ἢ ξίφεϊ πλήξας μέσον αὐχένος, ἢ δόρυ πέμπων
 
οὐτῆσαι ποθέων διὰ γαστέρος, ἀντὶ Λυαίου
 
πόρδαλιν αἰολόνωτον ἐπαΐσσοντα κιχάνω
 
μαρναμένου δὲ λέοντος ἐπείγομαι αὐχένα τέμνειν,
 
καὶ θρασὺν ἀντὶ λέοντος ὄφιν δασπλῆτα δοκεύω· 45
 
σπεύδων δʼ ἀντὶ δράκοντος ὀπιπεύω ῥάχιν ἄρκτου·
 
εἰς λοφιὴν δʼ ἐπίκυρτον ἐμὸν δόρυ θοῦρον ἰάλλω,
 
ἀλλὰ μάτην τανύω δολιχὸν βέλος· ἀντὶ γὰρ ἄρκτου
 
φαίνεται ἠερόφοιτος ἀνούτατος ἱπταμένη φλόξ.
 
κάπρον ἰδὼν ἐπιόντα βοὸς μυκηθμὸν ἀκούω, 50
 
ἀντὶ συός τινα ταῦρον ὑπὲρ λοξοῖο μετώπου
 
παπταίνω χαροπῇσιν ἀκοντίζοντα κεραίαις
 
ἡμετέρους ἐλέφαντας· ἐγὼ δʼ ἐμὸν ἆορ ἑλίσσω
 
θηρσὶ πολυσπερέεσσι, καὶ οὐχ ἕνα θῆρα δαμάζω.
 
καὶ φυτὸν ἀθρήσας τανύω βέλος, ἀλλὰ φυγόντος 55
 
νύσσαν ἐς ἠερίην ὁρόω κυρτούμενον ὕδωρ.
 
ἔνθεν ἐγὼ τρομέων πολυφάρμακα θαύματα τέχνης
 
φύλοπιν ἀλλοπρόσαλλον ἀλυσκάζω Διονύσου·
 
ἀλλὰ πάλιν Βρομίῳ θωρήξομαι, ἄχρις ἐλέγξω
 
μάγγανα τεχνήεντα δολορραφέος Διονύσου. 60
 
ὣς εἰπὼν κεκόρυστο τὸ δεύτερον ἠθάδι λύσσῃ,
 
καὶ πάλιν ἐν πεδίῳ μόθος ἔβρεμε, μαρναμένῳ δὲ
 
εἰναλίην μετὰ δῆριν ἐθωρήχθη Διονύσῳ·
 
καὶ προτέρης Βρομίοιο λελασμένος ἔπλετο νίκης,
 
ὁππότε δενδρήεντι περίπλοκος αὐχένα δεσμῷ 65
 
ἱκεσίην πολύευκτον ἀνέσχεθε μάρτυρι Βάκχῳ·
 
ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν
 
διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι.
 
τρὶς μὲν ἑὸν δόρυ πέμπε, καὶ ἤμβροτεν ἠέρα βάλλων·
 
ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέδραμεν οἴνοπι Βάκχῳ 70
 
εἰς σκοπὸν ἀχρήιστον ἐπήορον ἔγχος ἰάλλων
 
Δηριάδης ὑπέροπλος, ἑοῦ συνάεθλον ἀγῶνος
 
γαμβρὸν ἑὸν καλέεσκε, καὶ οὐκέτι φαίνετο Μορρεύς·
 
ἀλλὰ μεταστρέψασα δολοπλόκον εἶδος Ἀθήνη
 
δαίμονι βοτρυόεντι παρίστατο· δερκομένου δὲ 75
 
δείματι θεσπεσίῳ λύτο γούνατα Δηριαδῆος·
 
ἔγνω δʼ ἀνδρομέης ἀπατήλιον εἰκόνα μορφῆς
 
Μορρέος ἀντιτύποιο φέρειν μίμημα προσώπου·
 
καὶ δόλον ἠπεροπῆα σοφῆς ἐνόησεν Ἀθήνης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme