Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 40

 
 
 
 
 
 
565
 
 
 
 
τοῖον ἔπος κατέλεξεν· ὀπισθοτόνοιο δὲ τόξου 570
 
τριπλόα πέμπε βέλεμνα, καὶ εὐύδρῳ παρὰ παστῷ
 
Νηιάδων φιλότητι συνήρμοσεν υἷας ἀρούρης,
 
καὶ Τυρίης ἔσπειρε θεηγενὲς αἷμα γενέθλης.
 
τοῖα μὲν Ἡρακλέης πρόμος αἰθέρος ἔννεπε Βάκχῳ
 
τερψινόοις ὀάροισιν· ὁ δέ φρένα τέρπετο μύθῳ, 575
 
καὶ πόρεν Ἡρακλῆι, τὸν οὐρανίη κάμε τέχνη,
 
χρυσοφαῆ κρητῆρα σελασφόρον· Ἡρακλέης δὲ
 
ἀστραίῳ Διόνυσον ἀνεχλαίνωσε χιτῶνι
 
καὶ θεὸν ἀστροχίτωνα Τύρου πολιοῦχον ἐάσας
 
Ἀσσυρίης ἑτέρης ἐπεβήσατο Βάκχος ἀρούρης. 580
← Previous 15 / 15

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme