Book 40
νάματος ἐκχυμένου παλινάγρετον εἰς μίαν ὤρην
χεύμασιν αὐτογόνοισι πολυτρεφὲς ἔλυεν ὕδωρ·
εἶδεν Ἀβαρβαρέης γόνιμον ῥόον, ἔδρακε πηγὴν
Καλλιρόην ἐρόεσσαν ἐπώνυμον, εἶδε καὶ αὐτῆς
ἁβρὸν ἐρευγομένης Δροσερῆς νυμφήιον ὕδωρ.
365
ἀλλʼ ὅτε πάντα νόησεν ἑῷ φιλοτερπέι θυμῷ,
εἰς δόμον Ἀστροχίτωνος ἐκώμασε, καὶ πρόμον ἄστρων
τοῖον ἔπος βοόων ἐκαλέσσατο μύστιδι φωνῇ·
Ἀστροχίτων Ἤρακλες, ἄναξ πυρός ὄρχαμε κόσμου,
ἠέλιε, βροτέοιο βίου δολιχόσκιε ποιμήν,
370
ἱππεύων ἑλικηδὸν ὅλον πόλον αἴθοπι δίκῃ,
υἷα χρόνου λυκάβαντα δυωδεκάμηνον ἑλίσσων,
κύκλον ἄγεις μετὰ κύκλον· ἀφʼ ὑμετέροιο δὲ δίφρου
γήραϊ καὶ νεότητι ῥέει μορφούμενος αἰών·
μαῖα σοφῆς ὠδῖνος ἀμήτορος εἰκόνα Μήνης
375
ὠδίνεις τριέλικτον, ὅτε δροσόεσσα Σελήνη
σῆς λοχίης ἀκτῖνος ἀμέλγεται ἀντίτυπον πῦρ,
ταυρείην ἐπίκυρτον ἀολλίζουσα κεραίην·
παμφαὲς αἰθέρος ὄμμα, φέρεις τετράζυγι δίφρῳ
χεῖμα μετὰ φθινόπωρον, ἄγεις θέρος εἶαρ ἀμείβων.
380
νὺξ μὲν ἀκοντιστῆρι διωκομένη σέο πυρσῷ
χάζεται ἀστήρικτος, ὅτε ζυγὸν ἄργυφον ἕλκων
ἀκροφανὴς ἵππειος ἱμάσσεται ὄρθιος αὐχήν,
σεῖο δὲ λαμπομένοιο φαάντερον οὐκέτι λάμπων
ποικίλος εὐφαέεσσι χαράσσεται ἄστρασι λειμών,
385
χεύμασι δʼ ἀντολικοῖο λελουμένος Ὠκεανοῖο
σεισάμενος γονόεσσαν ἀθαλπέος ἰκμάδα χαίτης
ὄμβρον ἄγεις φερέκαρπον, ἐπʼ εὐώδινι δὲ Γαίῃ
ἠερίης ἠῷον ἐρεύγεαι ἀρδμὸν ἐέρσης,
καὶ σταχύων ὠδῖνας ἀναλδαίνεις σέο δίσκῳ
390
ῥαίνων ζωοτόκοιο διʼ αὔλακος ὄμπνιον ἀκτήν.
Βῆλος ἐπʼ Εὐφρήταο, Λίβυς κεκλημένος Ἄμμων,
Ἆπις ἔφυς Νειλῷος, Ἄραψ Κρόνος, Ἀσσύριος Ζεύς·
καὶ ξύλα κηώεντα φέρων γαμψώνυχι ταρσῷ
χιλιέτης σοφὸς ὄρνις ἐπʼ εὐόδμῳ σέο βωμῷ
395
φοίνιξ, τέρμα βίοιο φέρων αὐτόσπορον ἀρχήν,
τίκτεται ἰσοτύποιο χρόνου παλινάγρετος εἰκών,
λύσας δʼ ἐν πυρὶ γῆρας ἀμείβεται ἐκ πυρὸς ἥβην·
εἴτε Σάραπις ἔφυς, Αἰγύπτιος ἀννέφελος Ζεύς,
εἰ Κρόνος, εἰ Φαέθων πολυώνυμος, εἴτε σὺ Μίθρης,
400