Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 4

 
ἕσπομαι, ἢν ἐθέλῃς, καὶ ὁμόστολος, οὐ τρομέω δὲ 160
 
πλαγκτοσύνην ἀδίδακτον. ἀμείλιχε, γίνεο Κάδμου
 
κουριδίη παράκοιτις· ἐγὼ θαλαμηπόλος εἴην
 
ἀμφοτέροις θεράπαινα, καὶ Ἁρμονίῃ καὶ ἀκοίτῃ.
 
ἀλλὰ πάλιν τρομέω σε, καὶ εἰ κρύπτειν μενεαίνεις,
 
μή ποτέ σοι διὰ λέκτρα χόλον καὶ ζῆλον ἐγείρω, 165
 
ὅττι, θεά περ ἐοῦσα καὶ αἰθέρος ὄρχαμος, Ἥρη
 
Ζηνὸς ἐπιχθονίῃσι νόθαις ἀλόχοισι μεγαίρει·
 
Εὐρώπῃ κεχόλωτο καὶ ἤκαχεν ἄστατον Ἰώ·
 
οὐδὲ θεὰς μεθέηκε· χολωομένης δὲ τεκούσης
 
ἤλασεν ὠδίνουσαν Ἄρης ἐγκύμονα Λητώ. 170
 
εἰ μὴ ζῆλος ἔχει σε, πόθων ἵνα φάρμακον εὕρω,
 
εἰς μίαν ἠριγένειαν ἐμοὶ πόρε τοῦτον ἀκοίτην,
 
ναί, λίτομαι, καὶ νυκτὸς ἕνα δρόμον· εἰ δὲ μεγαίρεις,
 
χειρὶ τεῇ με δάιξον, ὅπως ἄμπαυμα νοήσω
 
τηλίκον ἀπρήυντον ἀεὶ κατὰ νύκτα καὶ ἠῶ 175
 
ἐνδόμυχον μεθέπουσα περὶ φρένα βοσκόμενον πῦρ.
 
εἶπε, καὶ Ἁρμονίην φυγοδέμνιον ἤλασε κεστῷ
 
εἰς πλόον οἰστρήσασα πόθῳ πειθήμονα κούρην.
 
ἡ δὲ μεταστρέψασα νόον διδυμάονι βουλῇ
 
ξεῖνον ἔχειν μενέαινε καὶ ἤθελε πατρίδα ναίειν, 180
 
καί τινα μῦθον ἔειπεν ἱμασσομένη νόον οἴστρῳ·
 
Ὤμοι, τίς μετάμειψεν ἐμὴν φρένα; σώζεο, πάτρη,
 
χαίροις, Ἠμαθίων καὶ πᾶς δόμος· ἄντρα Καβείρων,
 
χαίρετε, καὶ σκοπιαὶ Κορυβαντίδες· οὐκέτι λεύσσω
 
μητρῴης Ἑκάτης νυχίην θιασώδεα πεύκην. 185
 
σώζεο, παρθενίη, νυμφεύομαι ἡδέι Κάδμῳ·
 
Ἄρτεμι, μὴ νεμέσα, χαροπῆς ἁλὸς οἶδμα περήσω.
 
ἀλλʼ ἐρέεις, ὅτι πόντος ἀμείλιχος· οὐκ ἀλεγίζω
 
μαινομένου ῥοθίοιο, συνολλυμένους δὲ δεχέσθω
 
Ἁρμονίην καὶ Κάδμον ἐμὸν μητρώιον ὕδωρ. 190
 
ἕσπομαι ἡβητῆρι γάμους βοόωσα θεάων·
 
εἰ μὲν ἐς ἀντολίην με φέρει πλώουσαν ἀκοίτης,
 
ἵμερον Ὠρίωνος ἐς Ἠριγένειαν ἐνίψω,
 
καὶ Κεφάλου θαλάμων μιμνήσκομαι· εἰ δέ ποτʼ ἔλθω
 
εἰς δύσιν ἀχλυόεσσαν, ἐπʼ Ἐνδυμίωνι καὶ αὐτὴ 195
 
Λατμιὰς ἶσα παθοῦσα παρηγορέει με Σελήνη.
 
τοῖα νοοπλανέεσσι μεληδόσιν ἤπυε κούρη
 
ἄσχετος ἱμερόεντι δαϊζομένη νόον οἴστρῳ·
 
καὶ κινυρῇ ῥαθάμιγγι διαινομένοιο προσώπου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme