Book 4
οὐκ ἐδάην, φιλότεκνε, τεὴν ὅτι παῖδα φυλάσσεις,
40
παρθενικὴν λιπόπατριν, ἀλήμονας εἰς ὑμεναίους.
ἄλλοι ἐμοὶ μνηστῆρες ἀρείονές εἰσι πολῖται·
τί χρέος ἦν ἀνάεδνον ἔχειν τινὰ γυμνὸν ἀκοίτην
ἀλλοδαπὸν περίφοιτον, ἀλυσκάζοντα τοκῆα;
ἀλλʼ, ἐρέεις, Κρονίωνι τεῷ χραίσμησεν ἀκοίτῃ·
45
πῶς Διὸς οὐ γέρας ἔσχεν Ὀλύμπιον, εἴ περ Ὀλύμπου,
ὡς ἐνέπεις, προμάχιζε, καὶ οὐ Διὸς εὐνετις Ἥρη
Ζηνὸς ἀοσσητῆρι συνήρμοσε παρθένον Ἥβην;
οὐ χατέει Κάδμοιο τεὸς πόσις ὑψιμέδων Ζεύς·
ἱλήκοι Κρονίδης· ἐψεύσατο θέσκελος Ἑρμῆς
50
ἀμφὶ Διὸς γενετῆρος· ἐγὼ δʼ οὐκ οἶδα πιθέσθαι,
εἰ λίπε θοῦρον Ἄρηα, κυβερνπητῆρα κυδοιμοῦ,
καὶ βροτόν ἄνδρα κάλεσσεν ἑοῦ συνάεθλον ἀγῶνος
ὁ κρατέων κόσμοιο καὶ αἰθέρος. ἆ μέγα θαῦμα,
τοσσατίους Τιρῆνας ἐνεκλήισσε βερέθρῳ,
55
καὶ Κάδμου χατέεσκεν, ὅπως ἕνα μοῦνον ὀλέσσῃ.
οἶδας ἐμῶν πατέρων διδυμάονα σύγγονον εὐνήν·
Ζεὺς προπάτωρ ἐμὸς ἔσχε κασιγνήτης λέχος Ἥρης
θεσμὸν ἔχων θαλάμων ἐμφύλιον· ἀμφότεροι δὲ
Ἄρης καὶ Κυθέρεια, μιῆς ἐπιβήτορες εὐνῆς,
60
Ἁρμονίης γενετῆρες, ἑνὸς γεγάασι τοκῆος,
δέμνιον ἀμφιέποντες ὁμόγνιον, ὤμοι ἀνάγκης·
γνωταὶ γνωτὸν ἔχουσιν, ἐγὼ λιπόπατριν ἀκοίτην.
ὣς φαμένης ἀπένεψε γοήμονος ὄμβρον ὀπωπῆς
μήτηρ ἀσχαλόωσα· διχοστασίῃ δὲ μενοινῆς
65
Ἁρμονίην ᾤκτερπε, Διὸς δʼ ἀλέεινεν ἀπειλήν.
ἀλλὰ περισφίγξασα δέμας φρενοθελγέι κεστῷ
κερδαλέῳ ζωοτῆρι δολοφράδμων Ἀφροδίτη,
καὶ χροῒ δυσαμένη φιλοτήσια φάρεα Πειθοῦς
Ἁρμονίης εὔοδμον ἐδύσατο παρθενεῶνα·
70
καὶ τύπον οὐρανίοιο μεταλλάξασα προσώπου
Πεισινόῃ δέμας ἶσον ἐίσκετο γεῖτονι κούρῃ,
Κάδμον ἅ περ ποθέουσα, καὶ ὡς κρυθίῃ τινὶ νούσῳ
λεπταλέον πέμπουσα σέλας χλοάοντι προσώπῳ
ἀμφιπόλους ἔσσευε· παρεδριόωσα δὲ μούνῃ,
75
οἷά περ αἰδομένη, δολίην ἀνενείκατο φωνήν·
Ὀλβίη, οἷον ἔχεις ἐνὶ δώμασι καλόν ἀλήτην,
οἷον ἔχεις μνηστῆρα, μακαρτάτη· οἷον ἀκοίτην
ὄψεαι ἱμερόεντα, τὸν οὐ λάχε παρθένος ἄλλη·