Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 4

 
ἄκρα ποδῶν ἀτέλεστα πεπηγότα λεῖπεν ἀρούρῃ. 440
 
οὐ μὲν ἐφημοσύνης ἐπελήσατο Κάδμος Ἀθήνης,
 
ἀλλὰ παλιμφυέων καλάμην ἤμησε Γιγάντων·
 
τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν ἀνεμώδεϊ λόγχῃ,
 
τὸν δὲ κατὰ κληῖδα παρὰ πλατὺν αὐχένα τύψας
 
ὀστέα λαχνήεντος ἀνέσχισεν ἀνθερεῶνος· 445
 
ἄλλον ἀκοντιστῆρι βαλὼν ἐχαράξατο πέτρῳ
 
γαστέρος ἄχρι φανέντα· καὶ αἵματος αἰνογιγάντων
 
ἐκχυμένου ποταμηδὸν Ἄρης ὠλίσθανε λύθρῳ
 
φοινίξας ἑὰ γυῖα, παρισταμένης δὲ κυδοιμῷ
 
πορφυρέῃ ῥαθάμιγγι χιτὼν ἐρυθαίνετο Νίκης. 450
 
ἄλλου μαρναμένοιο παρʼ ἰσχίον ἄορι τύψας
 
συμφυέος διέκερσε σὺν ἰξύι νῶτα βοείης.
 
καὶ φόνος ἄσπετος ἔσκε· δαϊζομένων δὲ Γιγάντων
 
λοίγιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης
 
ἄορι θεινομένων. ὁ δὲ Παλλάδος ἔμφρονι βουλῇ 455
 
γηγενέων τινὰ πέτρον ἐπῃώρησε καρήνων·
 
οἱ δὲ δαφοινήεντι πόθῳ μεθύοντες Ἐνυοῦς
 
Ἄρεϊ βακχεύθησαν, ὁμογνήτῳ δὲ σιδήρῳ
 
ἀλλήλων ὀλετῆρες ἐτυμβεύοντο κονίῃ.
 
ἄλλῳ δʼ ἄλλος ἔριζεν· ἐρευθιόωντι δὲ λύθρῳ 460
 
στικτὰ διαινομένης ἐμελαίνετο νῶτα βοείης
 
γηγενέος κταμένοιο· κατουδαίης δὲ μαχαίρης
 
γνωτοφόνῳ γλωχῖνι δαΐζετο καρπὸς ἀρούρης.
← Previous 12 / 12

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme