Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 4

 
ἀλλά, καταφθιμένοιο λαβὼν δασπλῆτας ὀδόντας 400
 
θηρός, ἐχιδνήεντι περισπείρας χθόνα καρπῷ
 
κεῖρε Γιγαντείης ὀφιώδεα λήια χάρμης,
 
γηγενέων δὲ φάλαγγας ἑνὶ ξύνωσον ὀλέθρῳ
 
πέντε λιπὼν ζώοντας· ἐπεσσομένῃσι δὲ Θήβαις
 
σπαρτῶν ἀγλαόκαρπος ἀνασταχύοιτο γενέθλη. 405
 
ὣς φαμένη θάρσυνε τεθηπότα Κάδμον Ἀθήνη,
 
καὶ βαθὺν ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ,
 
δυσαμένη Διὸς οἶκον. ὁ δὲ τραφερῇ παρὰ βώλῳ
 
μάρμαρον εὐρυάλωος ἐύτροχον οὖρον ἀρούρης
 
ἵστατο κουφίζων κραναὸν βέλος, ἰθυπόρῳ δὲ 410
 
ἄκρα δρακοντείοιο καρήατος ἔθλασε πέτρῳ·
 
θηγαλέην δὲ μάχαιραν ἐρυσσάμενος παρὰ μηροῦ
 
αὐχένα θηρὸς ἔτεμνεν· ἀπαμηθεῖσα δὲ κόρση
 
σώματος ἐκτὸς ἔμιμνε, κυλινδομένη δὲ κονίῃ
 
ἠθάδα κύκλον ἕλισσε παλίλλυτον ἄστατος οὐρή, 415
 
καὶ δαπέδῳ τετάνυστο δράκων νέκυς. ἀμφὶ δὲ νεκρῷ
 
θοῦρος Ἄρης βαρύμηνις ἀνέκραγε· χωομένου δὲ
 
Κάδμος ἀμειβομένων μελέων ἑλικώδεϊ μορφῇ
 
ἀλλοφυὴς ἤμελλε παρʼ Ἰλλυρίδος σφυρὰ γαίης
 
ξεῖνον ἔχειν ἴνδαλμα δρακοντείοιο προσώπου. 420
 
ἀλλὰ τὰ μὲν πέπρωτο μετὰ χρόνον. αὐτὰρ ὁ μέσσῃ
 
χαλκείῃ κυνέῃ συνελέξατο καρπὸν ὀλέθρου,
 
θηρείων γενύων βλοσυρὸν θέρος· ἐνδαπίης δὲ
 
Παλλάδος ὑβὸν ἄροτρον ἀπʼ ὀργάδος εἰς χθόνα σύρων
 
καὶ χαροπῆς ἀρόσας πολεμητόκον αὔλακα γαίης 425
 
ἰοβόλων ἔσπειρε πολύστιχον ὄγμου ὀδόντων.
 
καὶ στάχυς αὐτολόχευτος ἀνηέξητο Γιγάντων,
 
ὧν ὁ μὲν ὑψικάρηνος ἀνέδραμεν ἄκρα τιταίνων
 
στήθεος εὐθώρηκος, ὁ δὲ προθορόντι καρήνῳ
 
φρικτὸν ἀνοιγομένης ὑπερέσχεθεν ὦμον ἀρούρης· 430
 
ἄλλος ἄνω προύκυψεν ἐς ὀμφαλόν, ὃς δʼ ἐπὶ γαίῃ
 
ἡμιτελὴς ἀνέτελλε πεδοτρεφὲς ὅπλον ἀείρων·
 
ἄλλος ὑπερκύπτοντα λόφον προβλῆτα τιταίνων
 
οὔ πω στέρνον ἔφαινε, καὶ εἰσέτι μητρὸς ἀνέρπων
 
ἐκ λαγόνων κατὰ βαιὸν ἀταρβέι μάρνατο Κάδμῳ 435
 
τεύχεσιν αὐτοφύτοις κεκορυθμένος· ἆ μέγα θαῦμα,
 
ὥπλισεν Εἰλείθυια, τὸν οὐ μαιώσατο μήτηρ·
 
καί τις ἀνηκόντιζεν ὁμόγνιον ἔγχος ἀφάσσων
 
ἡμιφανής, ὁ δὲ κοῦφος ὅλον δέμας εἰς φάος ἕλκων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme