Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 4

 
τὸν μὲν ὑπὸ στέρνοισι δακὼν χαροποῖσι γενείοις, 360
 
τὸν δὲ δαφοινήεντι τυχὼν ἐχάραξεν ὀδόντι,
 
ἄλλου μαρναμένοιο βιοσσόον ἧπαρ ἀμύξας
 
θῆκε νέκυν· ψαφαρὴ δὲ κατʼ αὐχένος ἔρρεε χαίτη
 
αὐτομάτη, πλαδαροῖο διειλυαθεῖσα καρήνου·
 
ἄλλον ἀνεπτοίησε θορὼν ὑπὲρ ἄντυγα κόρσης
 
ἀνδρομέης, ἑτέρου δὲ διέτρεχεν ἀνθερεῶνος
 
ἄσχετος, ἰοβόλῳ δὲ βαλὼν ὀφθαλμὸν ἐέρσῃ
 
μαρμαρέην ἤχλυσε μεμυκότος ὄμματος αἴγλην· 380
 
ἄλλου ταρσὸν ἔμαρψε, χαρασσόμενον δὲ γενείῳ
 
εἶχε δακών, καὶ χλωρὸν ἀνήρυγεν ἀφρὸν ὀδόντων
 
εἰς δέμας ἠιθέοιο, πελιδναίῳ δὲ σιδήρῳ
 
ἰσοφυὴς χλοάοντι διεψύχθη δέμας ἰῷ·
 
ἄλλου φυσιόωντος ὑπὸ πληγῇσι γενείων 385
 
ἀσταθέες μήνιγγες ἐκυμαίνοντο καρήνου
 
δήγματι φαρμακόεντι, διʼ ἐγκεφάλου δὲ χυθέντος
 
μυδαλέῳ μυκτῆρι κατάσσυτος ἔρρεεν ἰχώρ.
 
καὶ ταχὺς ἀμφιέλικτος ἐπὶ κνήμῃσιν ἀνέρπων 365
 
Κάδμον ἀπειλητῆρι δράκων ἐζώσατο δεσμῷ,
 
καὶ δέμας ὀρθώσας μελέων ἐπιβήτορι παλμῷ
 
ταυρείης περίκυκλον ἐς ὀμφαλὸν ἆλτο βοείης·
 
καὶ σκολιαῖς ἑλίκεσσι πόδας μιτρούμενος ἀνὴρ
 
ὁλκαίῃ βαρύδεσμος ἐχιδναίῃ κάμε σειρῇ, 370
 
φόρτον ἔχων δασπλῆτα, βαρυνόμενον δὲ φορῆα
 
ὄρθιον ἑστηῶτα κατέσπασεν εἰς πέδον ἕλκων,
 
καὶ στόμα πικρὸν ἔλυσε, δυσηλεγέος δὲ χανόντος
 
φοίνιος ὠμοβόρου πυλεὼν εὐρύνετο λαιμοῦ,
 
καὶ κεφαλὴν δόχθωσε, τινασσομένου δὲ καρήνου 375
 
ὑψιτενὴς ἐλέλικτο μέσος κυρτούμενος αὐχήν.
 
ἀλλʼ ὅτε Κάδμος ἔκαμνε, τότε σχεδὸν ἦλθεν Ἀθήνη
 
ἐσσομένης δονέουσα προάγγελον αἰγίδα νίκης 390
 
Γοργείῳ κομόωσαν ἐχιδνήεντι καρήνῳ,
 
καί οἱ ἀτυζομένῳ λαοσσόος ἴαχε δαίμων·
 
Κάδμε, Γιγαντοφόνοιο Διὸς συνάεθλε κυδοιμοῦ,
 
δειμαίνεις ἕνα μοῦνον ἰδὼν ὄφιν; ἐν δὲ κυδοιμοῖς
 
σοὶ πίσυνος Τυφῶνα κατεπρήνιξε Κρονίων 395
 
τοσσατίοις κομόωντα δρακοντείοισι καρήνοις.
 
παύεο θηρείων τρομέων συριγμὸν ὀδόντων·
 
Παλλὰς ἐποτρύνει σε, καὶ οὐ φονίῃ παρὰ Δίρκῃ
 
ῥύσεται ἑρπηστῆρα φυλάκτορα χάλκεος Ἄρης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme