Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 39

 
κητείοις γενύεσσιν, ἐν ὶχθυόεντι δὲ λαιμῷ 240
 
ἄπνοον αἰθύσσουσα νέκυν τυμβεύσατο φώκη,
 
ξανθὸν ἐρευγομένη ῥόον αἵματος. ὀλλυμένων δὲ
 
τεύχεα πόντος ἔσεκτο, νεοσφαγέος δὲ φορῆος
 
αὐτομάτη λοφόεσσα διʼ ὕδατος ἔπλεε πήληξ
 
δεσμοῦ λυομένοιο, θυελλήεντι δὲ πολλῆς 245
 
χεύματι φοιταλέης ἐπενήχετο κύκλα βοείης
 
σὺν διερῷ τελαμῶνι. πολὺς δʼ ὑπὸ κύμασιν ἄκροις
 
ἀφρὸς ἐρευθιόων πολιῆς ἀνεκήκιεν ἅλμης
 
αἱμαλέῳ πάνλευκον ὑποστίξας χύσιν ὁλκῷ.
 
καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη Μελικέρτης· 250
 
Λευκοθέη δʼ ὀλόλυζε, τιθηνήτειρα Λυαίον,
 
αὐχένα γαῦρον ἔχουσα, καὶ Ἰνδοφόνου περὶ νίκης
 
ἄνθεϊ φυκιόεντι κόμην ἐστέψατο Νύμφη·
 
καὶ Θέτις ἀκρήδεμνος ὑπερκύψασα θαλάσσης
 
χεῖρας ἐρεισαμένη καὶ Δωρίδι καὶ Πανοπείῃ 255
 
ἄσμενον ὄμμα τίταινεν ἐπʼ εὐθύρσῳ Διονύσῳ.
 
καὶ βυθίη Γαλάτεια θαλασσαίου διὰ κόλπου
 
ἡμιφανὴς πεφόρητο διαξύουσα γαλήνην,
 
καὶ φονίου Κύκλωπος ἁλιπτοίητον Ἐνυὼ
 
δερκομένη δεδόνητο, φόβῳ δʼ ἤμειψε παρειάς· 260
 
ἔλπετο γὰρ Πολύφημον ἰδεῖν κατὰ φύλοπιν Ἰνδῶν
 
ἀντία Δηριάδαο συναιχμάζοντα Λυαίῳ·
 
ταρβαλέη δʼ ἱκέτευε θαλασσαίην Ἀφροδίτην
 
υἷα Ποσειδάωνος ἀριστεύοντα σαῶσαι,
 
καὶ γενέτην φιλότεκνον ἐφʼ υἱέι κυανοχαίτην 265
 
μαρναμένου λιτάνευε προασπίζειν Πολυφήμου.
 
καὶ βυθίου τριόδοντος ἐκυκλώσαντο φορῆα
 
θυγατέρες Νηρῆος· ἐρειδόμενος δὲ τριαίνῃ
 
πόντιος ἐννοσίγαιος ἐδέρκετο γείτονα χάρμην,
 
καὶ στρατὸν εὐθώρηκος ὀπιπεύων Διονύσου, 270
 
ζηλήμων ὁρόων ἑτέρου Κύκλωπος Ἐνυώ,
 
ὑγρομόθῳ Βρομίῳ πολυμεμφέα ῥήξατο φωνήν·
 
Εἰς ἐνοπήν, φίλε Βάκχε, τόσους Κύκλωπας ἀγείρων,
 
καλλείψας δʼ ἕνα μοῦνον ἀπόπροθι δηιοτῆτος,
 
εἰς χρόνον ἑπταέτηρον ἔχεις πολύκυκλον ἀγῶνα, 275
 
βόσκων ἀλλοπρόσαλλον ἀτέρμονος ἐλπίδα χάρμης,
 
ὅττι τεοῦ μεγάλοιο προασπιστῆρες ἀγῶνος
 
πάντες ἑνὸς χατέουσιν ἀνικήτου Πολυφήμου·
 
εἰ δὲ τεὴν ἐπὶ δῆριν ἐμὸς πάις ἵκετο Κύκλωψ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme