Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 39

 
ψυχρὸν ὑπὲρ πόντοιο πιὼν θανατηφόρον ὕδωρ· 200
 
οὐκ ἀλέγω Ζεφύροιο, κορυσσομένιο Βορῆος.
 
δεῖξον ὁμοφροσύνην ἑκυρῷ σέθεν· οὐρανόθεν δὲ
 
σὺν σοὶ Βακχιάδεσσιν ἐμαῖς στρατιῇσιν ἀρήξει
 
μαρνάμενος τριόδοντι Ποσειδάων καὶ Ἀθήνη,
 
ἡ μὲν ἑοῖς ναέτῃσιν, ὁ δὲ γνωτοῖο γενέθλῃ· 205
 
καὶ πυρόεις Ἥφαιστος Ἐρεχθέος αἷμα γεραίρων
 
ἵξεται εὐάντητος ἐς ὑδατόεσσαν Ἐνυώ,
 
ὁλκάσι Δηριάδαο μαχήμονα πυρσὸν ἑλίσσων.
 
δὸς δέ με νικῆσαι καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην
 
Κεκροπίῃ κομίσειεν ἀπήμονα λαὸν Ἐρεχθεύς, 210
 
καὶ Βορέην μέλψωσι καὶ Ὠρείθυιαν Ἀθῆναι.
 
τοῖον ἔπος βοόων ἁλιδίνεος ἥψατο χάρμης
 
ἔγχεϊ τεχνήεντι, καὶ ὡς ναέτης Μαραθῶνος
 
ναύμαχου εἶχεν ἔρωτα· φιληρέτμῳ δὲ κυδοιμῷ
 
εὔστολος ἦεν Ἄρης τότε ναυτίλος, ἐν παλάμῃ δὲ 215
 
πηδάλιον Φόβος εἶχε, κυβερνήτης δὲ κυδοιμοῦ
 
Δεῖμος ἀκοντοφόρων ἀνελύσατο πείσματα νηῶν.
 
Κυκλώπων δὲ φάλαγγες ἐωαυτίλλοντο θαλάσσῃ
 
ὁλκάδας ἀγχιάλοισιν ὀιστεύοντες ἐρίπναις·
 
Εὐρύαλος δʼ ἀλάλαζεν, ἁλιρροίζῳ δὲ κυδοιμῷ 220
 
ἀγχινεφὴς οἴστρησεν ἐς ὑσμίνην Ἁλιμήδης.
 
καὶ διδύμαις στρατιῇσιν ἐπέκτυπε πόντιος Ἄρης
 
χερσαίην μετὰ δῆριν, ἁλιρροίζῳ δʼ ἀλαλητῷ
 
ὁλκάσι Βακχείῃσιν ἐπέρρεον ὁλκάδες Ἰνδῶν·
 
καὶ φόνος ἦν ἑκάτερθε, καὶ ἔζεε κύματα λύθρῳ, 225
 
καὶ πολὺς ἀμφοτέρων στρατὸς ἤριπεν· ἀρτιχύτῳ δὲ
 
αἵματι κυανέης ἐρυθαίνετο νῶτα θαλάσσης.
 
πολλοὶ δʼ ἔνθα καὶ ἔνθα χυτῷ πίπτοντες ὀλέθρῳ
 
οἰδαλέοι πλωτῆρες ἐναυτίλλοντο θαλάσσῃ·
 
καὶ ῥοθίοις ἑλικηδὸν ἔχων πορθμῆας ἀήτας 230
 
σύρετο νεκρὸς ὅμιλος ἀφειδέι σύνδρομος αὔρῃ·
 
πολλοὶ δʼ αὐτοκύλιστον ὑπὸ στροδάλιγγα κυδοιμοῦ
 
εἰς ῥόον ὠλίσθησαν, ἀναγκαίῃ δὲ πιόντες
 
πικρὸν ὕδωρ ἐνόησαν ὑποβρυχίης λίνα Μοίρης,
 
βριθόμενοι θώρηκι· καὶ οἰδαλέων μέλαν ὕδωρ 235
 
κυανέων ἐκάλυπτεν ὁμόχροα σώματα νεκρῶν
 
βένθεϊ φυκιόεντι, σὺν ὑγροπόρῳ δὲ φορῆι
 
χάλκεος ἰλυόεντι χιτὼν ἐκαλύπτετο πηλῷ·
 
καὶ τάφος ἔπλετο πόντος. ἐτυμβεύοντο δὲ πολλοὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme