Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 39

 
οὐχ ἅλις, ὡς προχοῇσι πολύτροπα φάρμακα πάσσων 40
 
ἄνθεσι Θεσσαλικοῖσιν ἐμὀν φοίνιξεν Ὑδάσπην,
 
καί μιν ἰδὼν σίγησα, καὶ ἥσυχος εἰσέτι λεύσσειν
 
ἔτλην ξανθά ῥέεθρα μιαινομένου ποταμοῖο;
 
εἰ γὰρ ἔην ῥόος οὗτος ἀπʼ ἀλλοτρίου ποταμοῖο,
 
μηδὲ πατὴρ ἐμὸς ἦεν Ἀρήιος Ἰνδὸς Ὑδάσπης, 45
 
καί κεν ἐγὼ τόδε χεῦμα χυτῆς ἔπλησα κονίης
 
ὀδμὴν βοτρυόεσσαν ἀμαλδύνων Διονύσου,
 
καὶ προχοὴν μεθύουσαν ἐμοῦ γενετῆρος ὁδεύων
 
ποσσὶ κονιομένοισι διέτρεχου ἄβροχον ὕδωρ,
 
οἷα παρʼ Ἀργείοισι φατίζεται, ὡς ἐνοσίχθων 50
 
ξηρὸν ὕδωρ ποίησε, καὶ αὐσταλέου ποταμοῖο
 
Ἰναχίην ἵππειος ὄνυξ ἐχάραξε κονίην.
 
οὐ θεός, οὐ θεὸς οὖτος· ἑὴν δʼ ἐψεύσατο φύτλην·
 
ποίην γὰρ Κρονίωνος Ὀλύμπιον αἰγίδα πάλλει;
 
ποῖον ἔχει σπινθῆρα Διοβλήτοιο κεραυνοῦ; 55
 
ποίην δʼ οὐρανίην στεροπὴν γενετῆρος ἀείρει;
 
οὐ Κρονίδης κατʼ Ἄρηα κορύσσεται οἴνοπι κισσῷ·
 
οὐ τυπάνων πατάγοισι μέλος βρονταῖον ἐίσκω,
 
οὐδὲ Διὸς σκηπτοῖσιν ὁμοίια θύρσα καλέσσω,
 
οὐ χθονίῳ θώρηκι Διὸς νέφος ἶσον ἐνίψω· 60
 
νεβρίδι δαιδαλέῃ πότε ποικίλον ἄστρον ἐίσκω;
 
ἀλλʼ ἐρέεις, ὅτι βότρυν ἐδέξατο καἰ χύσιν οἴνου
 
δῶρα παρὰ Κρονίωνος ἀεξιφύτοιο τοκῆος·
 
Τρώιον αἷμα φέροντι καὶ ἀγρονόμῳ τινὶ βούτῃ
 
Ζεὺς πόρεν οὶνοχόῳ Γανυμήδεϊ νέκταρ Ὀλύμπου, 65
 
νέκταρι δʼ οὐ πέλεν οἶνος ὁμοίιος· εἴξατε, θύρσοι.
 
Βάκχος ὁμοῦ Σατύροισιν ἐπὶ χθονὸς εἰλαπινάξει·
 
δαίνυται οὐρανίοισι σὺν ἀθανάτοις Γανυμήδης.
 
εἰ δὲ πέλε βροτὸς οὗτος ἐπουρανίοιο τοκῆος,
 
σὺν Διὶ καὶ μακάρεσσι μιῆς ἔψαυσε τραπέζης. 70
 
ἔκλυον, ὥς ποτε θῶκον ἑὸν καὶ σκῆπτρον Ὀλύμπου
 
δῶκε γέρας Ζαγρῆι παλαιοτέρῳ Διονύσῳ,
 
ἀστεροπὴν Ζαγρῆι καὶ ἄμπελον οἴνοπι Βάκχῳ.
 
εἶπε καὶ εἰς μόθον ὦρτο· συνερρώοντο δὲ λαοὶ
 
σὺν δορί, σὺν σακέεσσι, καὶ ὄψιμον ἐλπίδα νίκης 75
 
χερσαίου πολέμοιο μετεστήσαντο θαλάσσῃ.
 
καὶ προμάχοις Διόνυσος ἐκέκλετο θυιάδι φωνῇ·
 
Ἄρεος ἄλκιμα τέκνα καὶ εὐθώρηκος Ἀθήνης,
 
οἷς βίος ἔργα μόθοιο καὶ ἐλπίδες εἰσὶν ἀγῶνες,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme