Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 39

 
αἰθομένου φεύγουσα διʼ ὕδατος ἰκμαλέον πῦρ.
 
χάζετο δʼ Ἰνδὸς ὅμιλος ἐπὶ χθόνα, πόντον ἐάσας·
 
καὶ Φαέθων ἐγέλασσεν, ὅτι προτέρους μετὰ δεσμοὺς
 
ἐκ πυρὸς Ἡφαίστοιο πάλιν φύγε ναύμαχος Ἄρης.
 
Δηριάδης δʼ ἀκίχητος ἰδὼν φλόγα σύνδρομον αὔραις 405
 
εἰς πεδίον πεπότητο θοώτερα γούνατα πάλλων,
 
φεύγων ὑγρὸν Ἄρηα θαλασσομόθου Διονύσου.
← Previous 11 / 11

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme