Book 39
τόφρα δὲ δυσμενέεσσιν ἐπέχραε Λύδιος Ἄρης.
360
τοῖσι μὲν ἐγρεκύδοιμος ἕην πλόος, εἶχε δʼ Ἐνυὼ
ναυτιλίης προκέλευθον, ἁλισμαράγου δὲ κυδοιμοῦ
ἦν κλόνος ἀμφοτέρων ἑτερότροπος· ἀντιβίων γὰρ
ὅσσοι μὲν κραναοῖσιν ὀιστεύοντο βελέμνοις
ἢ φονίοις πετάλοισιν ἢ ἔγχεσιν ἠὲ μαχαίραις,
365
χεῖρας ἐρετμώσαντες ἀήθεας εἰς μέλαν ὕδωρ
ἴθμασιν ἀσταθέεσσιν ἐτυμβεύοντο θαλάσσης·
εἰ δέ τις εἰς ἅλα πῖπτε τυπεὶς Βρομίοιο μαχητής,
αἰθύσσων παλάμας ἐπενήχετο κύματα τέμνων
χερσὶ θαλασσομόθοισιν, ἁλιρροίζῳ δὲ κυδοιμῷ
370
μαρνάμενος ῥοθίοισι μετʼ ἀνέρας ἔσχισεν ὕδωρ.
εἰναλίης δὲ τάλαντα μάχης ἔκλινε Κρονίων,
νίκην ὑδατόεσσαν ἐπεντύνων Διονύσῳ·
καὶ βυθίῳ τριόδοντι κορύσσετο κυανοχαίτης
μαρνάμενος δηίοισι, καὶ ἄβροχον ἡνιοχεύων
375
ἅρμα Ποσειδάωνος ἐβακχεύθη Μελικέρτης.
καὶ πισύραις κατὰ πόντον ἐφιππεύοντες ἀέλλαις
κύματα πυργώσαντες ἐθωρήχθησαν ἀῆται,
δυσμενέων ἐθέλοντες ἀιστῶσαι στίχα νηῶν,
οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου·
καὶ Ζέφυρος κεκόρυστο, Νότος δʼ ἐπεσύρισεν Εὔρῳ,
380
καὶ Βορέης Θρήισσαν ἄγων ἀντίπνοον αὔρην
ἄγρια μαινομένης ἐπεμάστιε νῶτα θαλάσσης.
καὶ στόλον ἰθύνουσα μαχήμονα Δηριαδῆος
ὑσμίνης Ἔρις ἦρχε· Διωνύσοιο δὲ νηῶν
385
Ἰνδοφόνῳ παλάμῃ κολπώσατο λαίφεα Νίκη.
χείλεσι δʼ ἰκμαλέοισι μαχήμονα κόχλον ἐρείσας
εἰναλίῃ σάλπιγγι μέλος μυκήσατο Νηρεύς·
καὶ Θέτις ἐσμαράγησεν ἐνυαλίης μέλος Ἠχοῦς
κύμασι πατρῴοισι προασπίζουσα Λυαίου.
390
Εὐρυμέδων δὲ Κάβειρος ἐθήμονα δαλὸν ἀείρων
ὑσμίνης δόλον εὗρεν ἀρηγόνα· μηκεδανὴν γὰρ
νηῦν ἰδίην ἔφλεξεν ἐκούσιον ἁψάμενος πῦρ·
νεύμασι Βακχείοισι περισκαίρουσα θαλάσσῃ,
395
καὶ λοξαῖς ἑλίκεσσιν ἀφʼ ὁλκάδος ὁλκάδα βαίνων
κύκλον ἐς αὐτοέλικτον ἐνήχετο πυρσὸς ἀλήτης,
καίων ἔνθα καὶ ἔνθα πολυσπερέων στίχα νηῶν.
καὶ σέλας ἀθρήσασα πυριβλήτοιο θαλάσσης
Νηρεῒς ἀκρήδεμνος ἐδύσατο βένθεα πόντου,
400