Book 38
τοῖα παρʼ Οὐρανίης δεδαημένος ἔργα θεαίνης
40
ἵστατο θαρσήεσσαν ἔχων φρένα· γυῖα δʼ ἑκάστου
λύετο· μαντιπόλος δὲ γέρων γελόωντι προσώπῳ
Ἴδμων ἐμπεδόμυθον ἔχων ἐπὶ χείλεσι πειθὼ
λαὸν ὅλον θάρσυνεν, ὅτι χρονίοιο κυδοιμοῦ
ἐσσομένην μετὰ βαιὸν ἐπίστατο γείτονα νίκην.
45
καὶ Φρύγιον πολύιδριν ἀνείρετο μάντιν Ἐρεχθεύς,
σύμβολα παπταίνων ὑπάτου Διός, εἰ πέλε χάρμης
αἴσια δυσμενέεσσιν ἢ Ἰνδοφόνῳ Διονύσῳ,
οὐ τόσον ὑσμίνης ποθέων τέλος, ὅσσον ἀκοῦσαι
μυστιπόλοις ὀάροισι μεμηλότα μῦθον Ὀλύμπου,
50
καὶ στίχας ἀστραίων ἑλίκων καὶ κυκλάδα μήνην,
καὶ δύσιν ἠματίην Φαεθοντίδος ἄμμορον αἴγλης
κλεπτομένης. αἰεὶ δὲ θεορρήτων περὶ μύθων
Ἀτθίδος ἀρχαίης φιλοπευθέες εἰσὶ πολῖται.
οὐδὲ γέρων ἀμέλησε θεοπρόπος, ἀλλὰ Λυαίου
55
σείων Εὔια θύρσα καὶ οὐ Πανοπηίδα δάφνην
τοῖον ἔπος μαντῷον ἀνήρυγεν ἀνθερεῶνος·
Εἰσαΐειν ἐθέλεις φρενοθελγέα μῦθον, Ἐρεχθεῦ,
ὃν μοῦνοι δεδάασι θεοὶ ναετῆρες Ὀλύμπου;
λέξω δʼ, ὥς με δίδαξεν ἐμὸς δαφναῖος Ἀπόλλων.
60
μὴ στεροπὴν τρομέοις, μὴ δείδιθι πυρσὸν ἀλήτην,
μὴ δρόμον Ἠελίου ζοφοειδέα, μηδὲ Λυαίου
νίκης ἐσσομένης πρωτάγγελον ὄρνιν Ὀλύμπου·
ὡς ὅ γε θηγαλέων ὀνύχων κεχαραγμένος αἰχμαῖς,
ἅρπαγος οἰωνοῖο πεπαρμένος ὀξέι ταρσῷ,
65
εἰς προχοὰς ποταμοῖο δράκων ὤλισθε κεράστης,
καὶ νέκυν ἑρπηστῆρα γέρων ἔκρυψεν Ὑδάσπης,
οὕτω Δηριάδην πατρώιον οἶδμα καλύψει
εἴκελον εἶδος ἔχοντα βοοκραίρῳ γενετῆρι.
τοῖα γέρων ἀγόρευε θεηγόρος· ἀμφὶ δὲ μύθῳ
70
μαντιπόλῳ γήθησεν ὅλος στρατός· ἔξοχα δʼ ἄλλων
θαύματι χάρμα κέρασσεν ἀμήτορος ἀστὸς Ἀθήνης,
τοῖος ἐὼν γλυκερῇσιν ἐπʼ ἐλπίσιν, ὡς ἐνὶ μέσσῳ
κωμάζων Μαραθῶνι μετʼ Ἄρεα Δηριαδῆος.
καὶ τότε μουνωθέντι φιλοσκοπέλῳ Διονύσῳ
75
σύγγονος οὐρανόθεν Διὸς ἄγγελος ἤλυθεν Ἑρμῆς,
καί τινα μῦθον ἔειπε παρηγορέων ἐπὶ νίκῃ·
Μὴ τρομέοις τόδε σῆμα, καὶ εἰ πέλεν ἠματίη νύξ·
τοῦτό σοι, ἄτρομε Βάκχε, πατὴρ ἀνέφηνε Κρονίων