Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 38

 
οὐρανίου δὲ Λέοντος ὀπισθιδίῳ παρὰ ταρσῷ 360
 
παρθένον ἀγχικέλευθον ἐμάστιε δίψιος οὐρή·
 
κούρη δὲ πτερόεσσα παραΐξασα Βοώτην
 
ἄξονος ἐγγὺς ἵκανε καὶ ὡμίλησεν Ἁμάξῃ·
 
καὶ δυτικὴν παρὰ νύσσαν ἀλήμονα φέγγεα πέμπων
 
ἕσπερον ἀντικέλευθον Ἑωσφόρος ὤθεεν ἀστήρ· 365
 
πλάζετο δʼ ἠριγένεια· καὶ ἠθάδος ἀντὶ Λαγωοῦ
 
Σείριος αἰθαλόεις ἐδράξατο διψάδος Ἄρκτου·
 
διχθὰ δὲ καλλείψαντες, ὁ μὲν Νότον, ὃς δὲ Βορῆα,
 
ἰχθύες ἀστερόεντες ἐπεσκίρτησαν Ὀλύμπῳ,
 
γείτονες Ὑδροχόοιο· κυβιστητῆρι δὲ παλμῷ 370
 
σύνδρομος Αἰγοκερῆος, ἕλιξ ὠρχήσατο Δελφίς·
 
καὶ Νοτίης ἑλικηδὸν ἀποπλαγχθέντα κελεύθου
 
σκορπίον ἀγχικέλευθον, ἑῆς ψαύοντα μαχαίρης,
 
ἔτρεμεν Ὠρίων καὶ ἐν ἄστρασι, μὴ βραδὺς ἕρπων
 
ἄκρα ποδῶν ξύσειε τὸ δεύτερον ὀξέι κέντρῳ· 375
 
καὶ σέλας ἡμιτέλεστον ἀποπτύουσα προσώπου
 
ἀκροκελαινιόωσα μεσημβριὰς ἄνθορε Μήνη·
 
οὐ γὰρ ὑποκλέπτουσα νόθον σέλας ἄρσενι πυρσῷ
 
ἀντιπόρου Φαέθοντος ἀμέλγετο σύγγονον αἴγλην·
 
πληιάδος δὲ φάλαγγος ἕλιξ ἑπτάστερος ἠχὼ 380
 
οὐρανὸν ἑπτάζωνον ἐπέβρεμε κυκλάδι φωνῇ·
 
καὶ κτύπον αἰθύσσοντες ἰσηρίθμων ἀπὸ λαιμῶν
 
ἀστέρες ἀντιθέοντες ἐβακχεύθησαν ἀλῆται·
 
Ζῆνα μὲν ὤθεε Κύπρις, Ἄρης Κρόνον, εἰαρινῆς δὲ
 
Πλειάδος ἐγγὺς ἵκανεν ἐμὸς μετανάστιος ἀστήρ, 385
 
ἄστρασι δʼ ἑπταπόροις κεράσας ἐμφύλιον αἴγλην
 
ἡμιφανὴς ἀνέτελλεν ἐμῇ παρὰ μητέρι Μαίῃ,
 
ἅρματος οὐρανίοιο παράτροπος, ᾧ πέλεν αἰεὶ
 
σύνδρομος ἢ προκέλευθος ἑώιος, ἑσπέριος δὲ
 
ἠελίου δύνοντος ὀπίστερα φέγγεα πέμπει· 390
 
καί μιν, ὅτε δρόμον ἶσον ἔχων ὶσόμοιρος ὁδεύει,
 
ἠελίου κραδίην ἐπεφήμισαν ἴδμονες ἄστρων·
 
καὶ δροσεραῖς νιφάδεσσι διάβροχον αὐχένα τείνων
 
νυμφίος Εὐρώπης μυκήσατο Ταῦρος Ὀλύμπου,
 
εἰς δρόμον ὀρθώσας πόδα καμπύλον· ὀξυτενὲς δὲ 395
 
δοχμώσας Φαέθοντι κέρας λοξοῖο μετώπου
 
οὐρανίην φλογερῇσιν ἐπέκτυπεν ἄντυγα χηλαῖς·
 
καὶ θρασὺς ἐκ κολεοῖο παρήορον αἴθοπι μηρῷ
 
Ὠρίων ξίφος εἷλκε· καλαύροπα πάλλε Βοώτης·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme