Book 38
ἧχι τριηκοστὸν πέλεν ὄγδοον, αἴθοπι δαλῷ δειλαίου Φαέθοντος ἔχεις μόρον ἡνιοχῆος.
λῦτο δʼ ἀγών· λαοὶ δὲ μετήιον ἔνδια λόχμης,
καὶ σφετέραις κλισίῃσιν ὁμίλεον· ἀγρονόμοι δὲ
Πᾶνες ἐναυλίζοντο χαραδραίοισι μελάθροις,
αὐτοπαγῆ ναίοντες ἐρημάδος ἄντρα λεαίνης
ἑσπέριοι· Σάτυροι δὲ δεδυκότες εἰς σπέος ἄρκτου
5
θηγαλέοις ὀνύχεσσι καὶ οὐ τμητῆρι σιδήρῳ
πετραίην ἐλάχειαν ἐκοιλαίνοντο χαμεύνην,
εἰσόκεν ὄρθρος ἔλαμψε σελασφόρος, ἀρτιφανὲς δὲ
ἀμφοτέροις ἀνέτελλε γαληναίης φάος Ἠοῦς,
Ἰνδοῖς καὶ Σατύροισιν· ἐπεὶ τότε κυκλάδι νύσσῃ
10
Μυγδονίου πολέμοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ
ἀμβολίην ἐτάνυσσεν ἕλιξ χρόνος· οὐδέ τις αὐτοῖς
οὐ φόνος, οὐ τότε δῆρις· ἔκειτο δὲ τηλόθι χάρμης
Βακχιὰς ἑξαέτηρος ἀραχνιόωσα βοείη.
ἀλλʼ ὅτε δὴ πολέμων ἔτος ἕβδομον ἤγαγον Ὧραι,
15
οὐράνιον τότε σῆμα προάγγελον οἴνοπι Βάκχῳ
φαίνετο, θάμβος ἄπιστον· ἐπεὶ ζόφος ἤματι μέσσῳ
ἀπροϊδὴς τετάνυστο, κελαινιόωντι δὲ πέπλῳ
κρυπτόμενον Φαέθοντα μεσημβριὰς εἶχεν ὀμίχλη,
κλεπτομένης δʼ ἀκτῖνος ἐπεσκιόωντο κολῶναι·
20
καὶ πολύς ἔνθα καὶ ἔνθα κατήριπε πυρσὸς ἀλήτης,
ἅρματος οὐρανίοιο κατάρρυτος· ἄκρα δὲ γαίης
μυρίος ἔκλυσεν ὄμβρος, ἐκυμαίνοντο δὲ πέτραι
ἠερίαις λιβάδεσσιν, ἕως μόγις ὑψόθι δίφρου
ὑψιφανὴς ἀνέτελλε πάλιν πυρόεις Ὑπερίων.
25
Βάκχῳ δʼ ἀσχαλόωντι διʼ ἠέρος αἴσιος ἔπτη
αἰετὸς ὑψικέλευθος, ὄφιν κερόεντα κομίζων
θηγαλέοις ὀνύχεσσιν· ὁ δὲ θρασὺν αὐχένα κάμπτων
κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησεν Ὑδάσπῃ.
καὶ τρομερὴ νήριθμον ὅλον στρατὸν εἶχε σιωπή·
30
Ἴδμων δʼ αἰολόμητις, ἐπεὶ μάθεν ὄργια Μούσης
οὐρανίης εὔκυκλον ἐπισταμένης ἴτυν ἄστρων,
ἄτρομος ἵστατο μοῦνος, ἐπεὶ μάθεν ἴδμονι τέχνῃ
συμπλεκέος Φαέθοντι κατάσκια κύκλα Σελήνης,
καὶ φλόγα πορφύρουσαν ὑπὸ ζοφοειδέι κώνῳ
35
κλεπτομένου Φαέθοντος ἀθηήτοιο πορείης,
καὶ πάταγον βρονταῖον ἀρασσομένων νεφελάων,
αἰθέριον μύκημα, καὶ ἀστράπτοντα κομήτην,
καὶ δοκίδων ἀκτῖνα, καὶ ἔμπυρον ἅλμα κεραυνοῦ