Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 37

 
ἄλλοτε μὲν πεπότητο μετάρσια, πῇ δʼ ἐπὶ γαίῃ 280
 
ἀκροφανῆ πεφόρητο μόγις ψαύοντα κονίης·
 
καὶ ταχινῷ ψαμαθῶδες ἕδος τροχοειδέι κύκλῳ
 
ἅρματος ἰθυπόροιο κατέγραφεν ὁλκὸς ἀλήτης·
 
συμφερτὴ δʼ ἔρις ἦεν· ἐγειρομένη δὲ καἰ αὐτὴ
 
στήθεσιν ἱππείοισιν ἀνῃώρητο κονίη, 285
 
χαῖται δʼ ἠερίῃσιν ἐπερρώοντο θυέλλαις·
 
ὀτρηροὶ δʼ ἐλατῆρες ὁμογλώσσων ἀπὸ λαιμῶν
 
ὀξυτέρην μάστιγος ἀπερροίβδησαν ἰωήν.
 
ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, ὀξὺς ὀρούσας
 
Σκέλμις ἔην πρώτιστος ἁλίδρομον ἅρμα τιταίνων· 290
 
καί οἱ ὁμαρτήσας ἐπεμάστιεν ἵππον Ἐρεχθεὺς
 
ἀγχιφανής, καὶ δίφρον ὀπισθοπόρον τάχα φαίης
 
εἰναλίου Τελχῖνος ἰδεῖν ἐπιβήτορα δίφρων·
 
καὶ γάρ ἀερσιπότητος Ἐρεχθέος ἵππος ἀγήνωρ
 
διχθαδίῳ μυκτῆρι παλίμπνοον ἄσθμα τιταίνων 295
 
ἀλλοτρίου θέρμαινε μετάφρενον ἡνιοχῆος,
 
καί νύ κεν αὐχενίων ἐδράξατο χερσὶ κομάων,
 
ἐντροπαλιζομένοις βλεφάροις ἐλατῆρα δοκεύων,
 
καί νύ κε σειομένων τροχαλῇ στροφάλιγγι γενείων
 
ἀφριόων στατὸς ἵππος ἀπέπτυε ἄκρα χαλινοῦ,
 
ἀλλὰ παρατρέψας ἀνεσείρασε δίφρον Ἐρεχθεύς, 300
 
ἡνία δʼ εὐποίητα κατέσπασεν ἅρπαγι παλμῷ,
 
ἀγχιφανῆ κατὰ βαιὸν ἐπισφίγγων γένυν ἵππων·
 
καὶ πάλιν ἐγγὺς ἔλασσε φυγὼν ἀχάλινον ἀνάγκην.
 
καί μιν ἑοῖς ὀχέεσσιν ἐπαΐσσοντα δοκεύων 305
 
Σκέλμις ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·
 
Λῆγε θαλασσαίοισι μάτην ἵπποισιν ἐρίζων·
 
ἄλλον ἐμοῦ γενέταο Πέλοψ ποτὲ δίφρον ἐλαύνων
 
Οἰνομάου νίκησεν ἀνικήτων δρόμον ἵππων.
 
ἱπποσύνης μὲν ἔγωγε κυβερνητῆρα καλέσσω 310
 
ἵππιον ὑγρομέδοντα· σὺ δέ, πλήξιππε, τιταίνεις
 
νίκης ἐλπίδα πᾶσαν ἐς ἱστοτέλειαν Ἀθήνην.
 
οὐ δὲ τεῆς ὀλίγης μορίης χρέος, ἀλλά κομίζω
 
ἀμπελόεν στέφος ἄλλο καὶ οὐκ ἐλάχειαν ἐλαίην.
 
ὣς φαμένου ταχύβουλος ἐχώσατο μᾶλλον Ἐρεχθεύς, 315
 
καὶ δόλον ἠπεροπῆα καὶ ἔμφρονα μῆτιν ὑφαίνων
 
χερσὶ μὲν ἡνιόχευεν ἑὸν δρόμον, ἐν κραδίῃ δὲ
 
ἱπποσύνης πολιοῦχον ἑὴν ἐπίκουρον Ἀθήνην
 
κικλήσκων ταχύμυθον ἀνήρυγεν Ἀτθίδα φωνήν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme