Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 37

 
πείθεται, ἡνίοχος δὲ μετάτροπος ἔκτοθι νύσσης 200
 
ἕλκεται, ἧχι φέρουσιν ἀπειθέες ἅρπαγες ἵπποι·
 
ὃς δέ κε τεχνήεντι δόλῳ μεμελημένος εἴη
 
ἡνίοχος πολύμητις, ἔχων καὶ ἐλάσσονας ἵππους,
 
ἰθύνει, προκέλευθον ὀπιπεύων ἐλατῆρα,
 
ἐγγὺς ἀεὶ περὶ νύσσαν ἄγων δρόμον, ἅρμα δὲ κάμπτει 205
 
ἱππεύων περὶ τέρμα καὶ οὔ ποτε τέρμα χαράσσων.
 
σκέπτεό μοι καὶ σφίγγε κυβερνητῆρι χαλινῷ
 
δοχμώσας ὅλον ἵππον ἀπιστεπὸν ἐγγύθι νύσσης,
 
λοξὸς ἐπὶ πλευρῇσι παρακλιδὸν ἅρμα βαρύνων,
 
ἀγχιφανὴς ἄψαυστος ἀναγκαίῳ τινὶ μέτρῳ 210
 
σὸν δρόμον ἰθύνων, πεφυλαγμένος, ἄχρι φανείη
 
πλήμνη ἑλισσομένου σέθεν ἅρματος οἷά περ ἄκρου
 
τέρματος ἁπτομένη τροχειδέι γείτονι κύκλῳ·
 
ἀλλὰ λίθον πεφύλαξο, μὴ ἄξονι νύσσαν ἀράξας
 
εἰν ἑνὶ δηλήσαιο καὶ ἅρματα καὶ σέθεν ἵππους. 215
 
καὶ τεὸν ἔνθα καὶ ἔνθα κατὰ δρόμον ἅρμα νομεύων
 
ἔσσο κυβερνήτῃ πανομοίιος· ἀμφότερον δέ,
 
κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν,
 
δεξιὸν ἵππον ἔλαυνε, θοώτερον εἰς δρόμον ἕλκων
 
ἀθλιβέος μεθέποντα παρειμένα κύκλα χαλινοῦ· 220
 
ἔσσο κυβερνήτῃ πανομοίιος ἅρμα νομεύων
 
εἰς δρόμον ἰθυκέλευθον, ἐπεὶ τεχνήμονι βουλῇ
 
πηδάλιον δίφροιο πέλει νόος ἡνιοχῆος.
 
ὥς εἰπὼν παλίνορσος ἐχάζετο, παῖδα διδάξας
 
ἠθάδος ἱπποσύνης ἑτερότροπα κέρδεα τέχνης. 225
 
καὶ κυνέης ἔντοσθεν ἐθήμονος ἄλλος ἐπʼ ἄλλῳ
 
τυφλὴν χεῖρα τίταινε φυλασσομένοιο προσώπου,
 
κλῆρον ἔχειν ἐθέλων ἑτερότροπον, οἷά τις ἀνὴρ
 
εἰς κύβον ἀλλοπρόσαλλον ἑκηβόλα δάκτυλα πάλλων.
 
καὶ λάχον ἡνιοχῆες ἀμοιβαδίς· ἱππομανὴς δὲ 230
 
Φαῦνος ἀειδομένης Φαεθοντίδος αἷμα γενέθλης
 
κλήρῳ πρῶτος ἔην, καὶ δεύτερος ἦεν Ἀχάτης,
 
τῷ δʼ ἐπὶ Δαμναμενῆος ἀδελφεός, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
 
ἔλλαχεν Ἀκταίων· ὁ δὲ φέρτατος εἰς δρόμον ἔστη
 
ὑστατίου κλήροιο τυχὼν πλήξιππος Ἐρεχθεύς. 235
 
καὶ βοέας μάστιγας ἐκούφισαν ἡνιοχῆες,
 
ἱστάμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ δίφρων.
 
καὶ σκοπὸς Αἰακὸς ἦεν ἐτήτυμος, ὄφρα νοήσας
 
καμπτομένους περὶ τέρμα φιλοστεφάνους ἐλατῆρας

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme