Book 37
νεκρὸν ἀμοιβαίῃσιν ὅλον σκιόωντες ἐθείραις.
40
καὶ νέκυν ἔστενε Βάκχος ἀπενθήτοιο προσώπου
ὄμμασιν ἀκλαύτοισιν, ἀκερσικόμου δὲ καρήνου
πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο δῶρον Ὀφέλτῃ.
ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα
Ἰδαῖοι θεράποντες ὀριτρεφέος Διονύσου·
45
ἐν δὲ πυρῇ μεσάτῃ στόρεσαν νέκυν. ἀμφὶ δἐ νεκρῷ
Ἀστέριος Δικταῖος ἐπήορον ἆορ ἐρύσσας
Ἰνδοὺς κυανέους δυοκαίδεκα δειροτομήσας
θῆκεν ἄγων στεφανηδὸν ἐπασσντέρῳ τινὶ κόσμῳ·
ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας.
50
καὶ πολέες σφάζοντο βόες καὶ πώεα ποίμνης
πρόσθε πυρῆς· κταμένων δὲ βοῶν ἐπενήνεε νεκρῷ
σώματα κυκλωθέντα καὶ ἀρτιτόμων στίχας ἵππων,
ὧν ἄπο δημὸν ἅπαντα λαβὼν στοιχηδὸν ἑκάστου,
ἀμφὶ νέκυν στορέσας, κυκλώσατο πίονα μίτρην.
55
ἔνθα πυρὸς χρέος ἔσκε· φιλοσκοπέλοιο δὲ Κίρκης
Φαῦνος ἐρημονόμος, Τυρσηνίδος ἀστὸς ἀρούρης,
ὡς πάις ἀγροτέρης δεδαημένος ἔργα τεκούσης,
πυρσοτόκους λάιγγας, ὀρειάδος ὄργανα τέχνης,
ἤγαγεν ἐκ σκοπέλοιο, καί, ὁππόθι σήματα Νίκης
60
ἠερόθεν πίπτοντες ἐπιστώσαντο κεραυνοί,
λείψανα θεσπεσίου πυρὸς ἤγαγεν, ὥς κεν ἀνάψῃ
πυρκαϊὴν φθιμένοιο· Διοβλήτῳ δὲ θεείῳ
ἀμφοτέρων ἔχρισε λίθων κενεῶνας ἀλείψας
πυρσοτόκων· καὶ λεπτὸν Ἐρυθραίοιο κορύμβου
65
κάρφος ἀποξύσας διδυμάονι μίγνυε πέτρῳ·
τρίβων δʼ ἔνθα καὶ ἔνθα καὶ ἄρσενι θῆλυν ἀράσσων
ἔγκρυφον αὐτολόχευτον ἀνείρυε λαΐνεον πῦρ,
πυρκαϊῇ δʼ ὑπέθηκεν, ὅπῃ πέλεν ἀγριὰς ὕλη.
οὐ δὲ πυρὴν φθιμένου περιδέδρομεν ἁπτόμενον πῦρ,
70
ἀλλὰ θεὸς Φαέθοντος ἐναντίον ὄμμα τανύσσας
ἀγχιφανὴς ἐκάλεσσεν Ἑώιον Εὖρον ἀήτην,
πυρκαϊῆς ἐπίκουρον ἄγειν ἀντίπνοον αὔρην.
καὶ Βρομίου καλέοντος Ἑωσφόρος ἔκλυε γείτων
ἱκεσίης, καὶ γνωτὸν ἑὸν προίηκε Λυαίῳ,
75
ἄσθματι πυκνοτέρῳ φλογοειδέα πυρσὸν ἀνάπτειν.
καὶ θάλαμον ῥοδόεντα λιπὼν μητρώιον Ἠοῦς
πυρκαϊὴν φλογόεσσαν ἀνερρίπιζεν ἀήτης
πάννυχος, αἰθύσσων ἀνεμοτρεφὲς ἁλλόμενον πῦρ·