Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 37

 
ἀντὶ γὰρ ἡμιόνου δέπας οἴσετοι, ὄφρά κε Φοίβῳ 720
 
τοξοφόρῳ σπείσειε καὶ οἰνοχύτῳ Διονύσῳ.
 
τοῖον ἔπος βοόωντος ἐχεκτεάνοιο Λυαίου
 
εὐχαίτης Ὑμέναιος ἑκηβόλος εἰς μέσον ἔστη
 
εἰς σκοπὸν ἰθυκέλευθον ἄγων ἀντώπιον ἱστοῦ,
 
Κνώσσια τόξα φέρων τετανυσμένα κυκλάδι νευρῇ, 725
 
Ἀστέριος προέηκε βέλος κλήροιο τυχήσας,
 
καὶ τύχε μηρίνθοιο· δαϊζομένης δὲ βελέμνῳ
 
ἠερίη πεφόρητο μετάρσιος ὄρνις ἀλήμων·
 
καὶ μίτος εἰς χθόνα πῖπτε. διʼ ὑψιπόρου δὲ κελεύθου
 
ὄμμα φέρων ἑλικηδόν, ὑπἐρ νεφέων δὲ δοκεύων 730
 
τοξευτὴρ Ὑμέναιος έτοιμοτάτης ἀπὸ νευρῆς
 
εἰς σκοπὸν ἠερόφοιτον ὑπηνέμιον βέλος ἕλκων
 
ὀξύτερον προέηκε, πελειάδος ἄντα τιταίνων·
 
καὶ πτερόεις πεπότητο διʼ ἠέρος ἰὸς ἀλήτης
 
ἀκροφανής, μέσα νῶτα παραξύων νεφελάων, 735
 
συρίζων ἀνέμοισι· βέλος δʼ ἴθυνεν Ἀπόλλων
 
πιστὰ φέρων δυσέρωτι κασιγνήτῳ Διονύσῳ·
 
ἱπταμένης δʼ ἐτύχησε πελειάδος, ἐσσυμένης δὲ
 
στήθεος ἄκρον ἔτυψε· βαρυνομένου δὲ καρήνου
 
ὄρνις ἀελλήεσσα διʼ ἠέρος ἔμπεσε γαίῃ· 740
 
ἡμιθανὴς δὲ πέλεια περὶ πτερὰ πάλλε κονὶῃ,
 
ποσσὶ περισκοίρουσα χοροπλεκέος Διονύσου.
 
καὶ θεὸς ἡβητῆρος ἀναθρῴσκων ἐπὶ νίκῃ
 
χεῖρας ἐπεπλατάγησεν ἐπικλάγξας Ὑμεναίῳ·
 
ξυνοὶ δʼ εἰν ἑνὶ πάντες, ὅσοι παρέμιμνον ἀγῶνι, 745
 
ἀγχινεφῆ θάμβησαν ἑκηβολίην Ὑμεναίου.
 
καὶ γελόων Διόνυσος ἑαῖς παλάμῃσιν ἐρύσσας
 
ἡνίονον πόρε δῶρον ὀφειλομένην Ὑμεναίῳ·
 
καὶ γέρας Ἀστερίοιο δέπας κούφιζον ἑταῖροι.
 
καὶ φιλίην ἐπὶ δῆριν ἀκοντιοτῆρας ἐμεἰγων 750
 
Ἰνδικὰ Βάκχος ἄεθλα φέρων παρέθηκεν ἀγῶνι,
 
διχθαδίην κνημῖδα καὶ Ἰνσῴης λίθον ἅλμης.
 
ὀρθωθεὶς δʼ ἀγόρευε, δύω δʼ ἐκέλευσε μαχηταῖς,
 
ὄφρα μόθῳ παίζοντι καὶ οὐ κτείνοντι σιδήρῳ
 
μιμηλήν τελέσωσιν ἀναίμονος εἰκόνα χάρμης· 755
 
Οὗτος ἀγὼν δύο φῶτας ἀκοντιστῆρας ἐγείρων
 
μείλιχον οἶδεν Ἄρηα καὶ κὐδιόωσαν Ἐνυώ.
 
ὣς φαμένου Βρομίοιο σιδήρεα τεύχεα πάλλων
 
Ἀστέριος κεκόρθστο, καὶ Αἰακὸς εὶς μέσον ἔστη

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme