Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 37

 
μὴ διολισθήσειε περίπλοκος ἅμματι χειρῶν 570
 
θερμὴν τριβομένοιο κατʼ αὐχένος ἰκμάδα πέμπων.
 
τοῦ δὲ πιεζομένοιο συνέρρεον ὀξέι παλμῷ
 
κεκριμένοι κήρυκες, ὀπιπευτῆρες ἀγῶνος,
 
μή μιν ἀποκτείνειεν ὁμόζυγι πήχεος ὁλκῷ.
 
οὐ γὰρ ἔην τότε θεσμὸς ὁμοίιος, ὃν πάρος αὐτοὶ 605
 
ὀψίγονοι φράσσαντο, τιταινομένων ὅτε δεσμῶν
 
αὐχενίων πνικτῆρι πόνῳ βεβαρημένος ἀνὴρ
 
νίκην ἀντιπάλου μνηστεύεται ἔμφρονι σιγῇ,
 
ἀνέρα νικήσαντα κατηφέι χειρὶ πατάξας. So MSS.:
 
καὶ τρίπον εἰκοσίμετρον ἐπηχύναντο λαβόντες 610
 
Μυρμιδόνες, θεράποντες ἀεθλοφόρου βασιλῆος·
 
Ἀκταίων δὲ λέβητα ταχίονι κούφισε ῥιπῇ,
 
δεύτερα πατρὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.
 
καὶ τότε Βάκχος ἔθηκε ποδῶν ταχυτῆτος ἀγῶνα·
 
πρώτῳ ἀεθλητῆρι τιθεὶς κειμήλια νίκης 615
 
ἀργύρεον κρητῆρα δορικτήτην τε γυναῖκα,
 
δευτέρῳ αἰολόδειρον ἐθήκατο Θεσσαλὸν ἵππον,
 
καὶ πυμάτῳ ξίφος ὀξὺ σὺν εὐτμήτῳ τελαμῶνι.
 
ὀρθωθεὶς δʼ ἀγόρευε, ποδώκεας ἄνδρας ἐπείγων·
 
Ἀνδράσιν ὠκυπόροισιν ἀέθλια ταῦτα γενέσθω. 620
 
ὣς φαμένου Δικταῖος ἐθήμονα γούνατα πάλλων
 
τῷ δʼ ἐπὶ ποικιλόμητις ἀνέδραμεν ὠκὺς Ἐρεχθεύς,
 
Παλλάδι Νικαίῃ μεμελημένος, αὐτὰρ ἐπʼ αὐτῷ
 
Πρίασος ὠκυπόδης, Κυβεληίδος ἀστὸς ἀρούρης.
 
τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος· Ὠκύθοος δὲ 625
 
πρῶτος ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ,
 
ἰθυτενῆ προκέλευθον ἔχων δρόμον· ἐσσύμενος δὲ
 
δεύτερος ἀγχικέλευθος, ὀπίστερος ἦεν Ἐρεχθεύς,
 
γείτονος Ὠκυθόοιο μετάφρενον ἄσθματι βάλλων,
 
καὶ κεφαλὴν θέρμαινε· φιληλακάτοιο δὲ κούρης 630
 
οἷα κανὼν στέρνοιο πέλει μέσος, ὅν τινι μέτρῳ
 
παρθένος ἱστοπόνος τεχνήμονι χειρὶ τανύσσῃ,
 
Ὠκυθόου πέλε τόσσον ὀπίστερος· ἀμφὶ δὲ γαίῃ
 
ἴχνια τύπτε πόδεσσι, πάρος κόνιν ἀμφιχυθῆναι.
 
καί νύ κεν ἀμφήριστος ἔην δρόμος· ἀλλὰ πορείην 635
 
μιμηλὴν ἰσόμετρον ἰδὼν ἐτιταίνετο ταρσῷ
 
κουφοτέρῳ, καὶ φῶτα παρέδραμε μείζονι μέτρῳ,
 
ὁππόσον ἀνέρος ἴχνος· ὅθεν τρομέων περὶ νίκης
 
τοῖον ἔπος βοόων Βορέην ἱκέτευεν Ἐρεχθεύς·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme