Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 37

 
συνθεσίας τεύχοντες ἀτεκμάρτου περὶ νίκης 440
 
ἐσσομένης· τὰ δὲ δῶρα θυελλοπόδων χάριν ἵππων
 
ἢ τρίπος ἠὲ λέβης ἢ φάσγανον ἠὲ βοείη·
 
καὶ ναέτης ναετῆρι, φίλος δʼ ἐρίδαινεν ἑταίρῳ,
 
γηραλέος δὲ γέροντι, νέῳ νέος, ἀνέρι δʼ ἀνήρ.
 
ἦν δʼ ἔρις ἀμφοτέρων ἑτερόθροος, ὃς μὲν Ἀχάτην 445
 
κυδαίνων, ἕτερος δὲ χερείονα Φαῦνον ἐλέγχων
 
ἐν χθονὶ πεπτηῶτα κυλινδομένων ἀπὸ δίφρων,
 
ἄλλος ἐριδμαίνων, ὅτι δεύτερος ἦεν Ἐρεχθεὺς
 
εἰναλίου Τελχῖνος ὀπίστερος ἡνιοχῆος·
 
ἄλλῳ δʼ ἄλλος ἔριζον, ὅτι φθαμένων δρόμον ἵππων 450
 
ἀγχιφανὴς νίκησε πολύροπος ἀστὸς Ἀθήνης,
 
Σκέλμιν ἔτι προθέοντα παραΐξας ἐλατῆρα.
 
οὔ πω νεῖκος ἔληγε, καὶ ἔφθασεν ἐγγὺς Ἐρεχθεύς,
 
ἵπποθς ἔνθα καὶ ἔνθα κατωμαδὸν αἰὲν ἱμάσσων·
 
καὶ πολὺς ἱππείοιο διʼ αὐχένος ἔρρεεν ἱδρὼς 455
 
καὶ λασίου στέρνοιο, καθʼ ἡνιόχοιο δὲ πυκναὶ
 
αὐχμηραὶ ῥαθάμιγγες ἐπερρώοντο κονίης·
 
ἅρματα δʼ ἀγχιπόροισιν ἐπέτρεχεν ἴχνεσιν ἵππων
 
ἁλλομένῃ στροφάλιγγι· καὶ οὐ τροχόεντι σιδήρῳ
 
λεπταλέης ἀτίνακτα τινάσσετο νῶτα κονίης. 460
 
αὐτὰρ ὁ πωτήεντα μετὰ δρόμον ὑψόθι δίφρου
 
εἰς μέσον ἦλθεν ἀγῶνος· ἑῷ δʼ ἔσμηξε χιτῶνι
 
μυδαλέων ἱδρῶτα διαστάζοντα μετώπων·
 
καὶ ταχὺς ἐκ δίφροιο κατήλε· μηκεδανὴν δὲ
 
εἰς ζυγὸν εὐποίητον ἑὴν ἔκλινεν ἱμάσθλην· 465
 
ἵπποθς δʼ Ἀμφιδάμας θεράπων λύεν· ὠκύτερος δὲ
 
τερπομένῃ παλάμῃ πρωτάγρια κούφισε νίκης,
 
ἰοδόκην καὶ τόξα καὶ εὐπήληκα γυναῖκα,
 
πάλλων ἡμιτόμοιο μεσόμφαλα νῶτα βοείης.
 
τῷ δʼ ἐπὶ δεύτερος ἦλθε θαλασσαίων ἐπὶ δίφρων 470
 
Σκέλμις, ἐπισπέρχων Ποσιδήιον ἅρμα θαλάσσης,
 
κύκλος ὅσον τροχόεις ἀπολείπεται ὠκέος ἵππου,
 
τοῦ μὲν ἐπαΐσσοντος ἐπισσώτρων μόγις ἄκραι
 
ἐκταδίης ψαύουσιν ἑλισσομένης τρίχες οὐρῆς·
 
δεύτερα δʼ εἷλεν ἄεθλα, καὶ ὤρεγε Δαμναμενῆι 475
 
ἔγκυον ἵππον ἔχειν, ζηλήμονι χειρὶ τιταίνων.
 
καὶ τρίτος Ἀκταίων ἀνεκούφισε σύμβολα νίκης
 
χρυσοφαῆ θώρηκα, παναίολον ἔργον Ὀλύμπου.
 
τῷ δʼ ἐπὶ Φαῦνος ἵκανε· καὶ αὐτόθι δίφρον ἐρύσσας

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme