Book 37
ὄμβρου γειοτόμοιο ῥάχις κοιλαίνετο γαίης,
400
ἧχτ μολὼν ἀέκων ἀνεσείρασε δίφρον Ἀχάτης,
φεύγων ἀγχικέλευθον ἐπηλυσίην ἐλατῆρος·
καὶ οἱ ἐπεσσυμένῳ τρομερὴν ἀνενείκατο φωνήν·
Εἰσέτι, νήπιε Φαῦνε, τεοὶ ῥυπόωσι χιτῶνες,
εἰσέτι σῶν ὀχέων ψαμαθώδεές εἰσι κορῶναι,
405
οὔ πω σῶν ἐτίναξας ἀκοσμήτων κόνιν ἵππων·
λύματα σεῖο κάθαιρε· τί σοι τόσον ἵππον ἐλαύνειν;
μή σε πάλιν πίπτοντα καὶ ἀσπαίροντα νοήσω.
ταυρείῃ σέο νῶτον ὑποστίξειεν ἱμάσθλῃ,
410
μή σε πάλιν προκάρηνον ἀκονίζειε κονίῃ.
εἰσέτι σῆς μεθέπεις κεχαραγμένα κύκλα παρειῆς·
Φαῦνε, τί μαργαίνεις, ξυνήονα μῶμον ἀνάπτων
πατρὶ Ποσειδάωνι καὶ Ἠελίῳ σέο πάππῳ;
ἅζεό μοι Σατύρων φιλοκέρτομον ἀνθερεῶνα.
415
Σειληνοὺς πεφύλαξο καὶ ἀμφιπόλους Διονύσου,
μή σοι ἐπεγγελάσωσι καὶ αὐσταλέῳ σέο δίφρῳ.
πῇ θρόνα; πῇ βοτάναι; πῇ φάρμακα ποικίλα Κίρκης;
πάντά σε, πάντα λέλοιπεν, ὅτʼ εἰς δρόμον ἦλθες ἀγῶνος.
τίς κεν ἀπαγγείλειεν ἀγήνορι σεῖο τεκούσῃ
420
καὶ σέο κύμβαχον ἅρμα καὶ αὐχμώουσαν ἱμάσθλην;
τοῖον ἀπερροίβδησεν ἀγήνορα μῦθον Ἀχάτης,
κερτομέων· νέμεσις δὲ τόσην ἐγράψατο φωνήν.
καὶ σχεδὸν ἤλυθε Φαῦνος ὁμήλυδα δίφρον ἐλαύνων·
ἅρματι δʼ ἅρμα πέλασσε, καὶ ἄξονι γόμφον ἀράσσων
425
μεσσοπαγῆ συνέαξε βαλὼν τροχοειδέι κύκλῳ·
καὶ τροχὸς αὐτοκύλιστος ἕλιξ ἐπεκέκλιτο γαίῃ,
ἅρμασιν Οἰνομάοιο πανείκελος, ὁππότε κηροῦ
θαλπομένου Φαέθοντι λυθεὶς ἀπατήλιος ἄξων
ἱπποσύνην ἀνέκοπτε μεμηνότος ἡνιοχῆος.
430
στεινωπὴν δὲ κέλευθον ἔχων ἀνέμιμνεν Ἀχάτης,
εἰσόκε τετραπόρων ὑπὲρ ἄντυγος ἥμενος ἵππων
ὠκυτέρῃ μάστιγι παρήλυθε Φαῦνος Ἀχάτην,
οἷά περ οὐκ ἀίων· καὶ ἐκούφισε μᾶλλον ἱμάσθλην,
μαστίζων ἀκίχητος ἐπειγομένων λόφον ἵππων·
435
καὶ πέλεν Ἀκταίωνος ὀπίστερος, ὅσσα θορόντος
δίσκου πεμπομένοιο πέλει δολιχόσκιος ὁρμή,
ὃν βριαρῇ παλάμῃ δονέων αἰζηὸς ἰάλλει.
λαοῖς δʼ ἔμεσε λύσσα· καὶ ἤρισαν ἄλλος ἐπʼ ἄλλῳ,