Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 37

 
ὃς μὲν ὑπὲρ λαγόνων, ὁ δὲ γαστέρος, ὃς δʼ ἐπἰ δειρήν, 360
 
εἷς δέ τις ὀρθὸς ἔμιμνε παρακλιδόν, ἀμφὶ δὲ γαίῃ
 
ἄκρα ποδῶν ῥίζωσε, καὶ ἄστατον αὐχένα σείων
 
σύζυγος ἐστήριξεν ὅλον πόδα γείτονος ἵππου,
 
κουφίζων ζυγόδεσμα, καὶ ὑψόσε δίφρον ἀνέλκων.
 
οἱ μὲν ἔσαν προχυθέντες ἐπὶ χθονός· αὐσταλεος δὲ 365
 
ἡνίοχος κεκύλιστο παρὰ τροχόν, ἅρματι γείτων·
 
θρύπτετο δʼ ἄκρα μέτωπα, μιαινομένου δὲ γενείου
 
ὀξυτενὴς κεκόνιστο πέδῳ κεχαραγμένος ἀγκών.
 
ἡνίοχος δʼ ἀνέπαλτο θοώτερος· ἐσσυμένως δὲ
 
εἰς χθόνα πεπτηῶτι παρίστατο γείτονι δίφρῳ, 370
 
αἰδομένῃ παλάμῃ τετανυσμένον ἵππον ἀνέλκων·
 
καὶ βαλίῃ μάστιγι κατηφέα πῶλον ἱμάσσων.
 
καὶ θρασὺς Ἀκταίων πεπονημένον ἐγγύθι δίφρου
 
Φαῦνον ὀπιπεύων φιλοπαίγμονα ῥήξατο φωνήν·
 
Λῆγε μάτην ἀέκοντας ἐπισπέρχων σέθεν ἵππους, 375
 
λῆγε μάτην· φθάμενος γὰρ ἀπαγγέλλω Διονύσῳ,
 
Φαῦνος ὅτι προθέοντας ὅλους, ἐλατῆρας ἐάσας
 
νόστιμος ὀψικέλευθος ἐλεύσεται ἅρματα σύρων·
 
φείδεο σῆς μάστιγος, ἐπεὶ ταμεσίχροϊ κέντρῳ
 
σῶν ὁρόων ᾤκτειρα δέμας κεχαραγμένον ἵππων. 380
 
ἔννεπεν ἀστήρικτον ὄχον προκέκευθον ἐλαύνων
 
ὠκυτέρῃ μάστιγι· καὶ ἄχνυτο Φαῦνος ἀκούων.
 
καὶ μόγις ἐν δαπέδῳ λασίης δεδραγμένος οὐρῆς
 
κεκλιμένων ὤρθωσε δέμας κεκονιμένον ἵππων,
 
καί τινα λυομένοιο παραΐξαντα λεπάδνου 385
 
πῶλον ἄγων παλίνορσον ἐπεσφήκωσε χαλινῷ·
 
στήσας δʼ ἔνθα καὶ ἔνθα παρεσσυμένων πόδας ἵππων
 
ἅρματος ὕψι βέβηκε, καὶ ἴχνιον ἅρματι πήξας
 
φρικαλέῃ μάστιξε τὸ δεύτερον ἵππον ἱμάσθλῃ·
 
καὶ πλέον ἤλασε Φαῦνος ἐπισπέρχων δρόμον ἵππων, 390
 
ὠκύτερον δʼ ἐδίωκε παροίτερον ἡνιοχῆα·
 
καὶ φθαμένους ἐκίχησεν, ἐπεὶ μένος ἔμβαλεν ἵπποις
 
ἵππιος ἐννοσίγαιος ἑὸν θρασὺν υἷα γεραίρων·
 
στεινωπὴν δέ κέλευθον ἰδὼν παρὰ κοιλάδι πέτρῃ
 
ἔμφρονα μῆτιν ὕφαινε δολοπλόκον, ὄφρα κιχήσας 395
 
ἅρματι τεχνήεντι παραΐξειεν Ἀχάτην.
 
ῥωγμὸς ἔην βαθύκολπος, ὃν ἐξέρρηξε κελεύθου
 
χειμερίῃ μάστιγι Διὸς μετανάστιον ὕδωρ
 
ἠερόθεν προχέοντος· ἐεργομένῳ δὲ ῥεέθρῳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme