Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 36

 
Καρμίνων βασιλῆα κατεπρήνιξε Μελισσεύς, 280
 
Κύλλαρον, ὀξυόεντι κατʼ αὐχένος ἄορι τύψας,
 
Λωγασίδην θʼ, ὃς μοῦνος, ἐπεὶ σοφὸς ἔσκε μαχητής,
 
Δηριάδῃ μεμέλητο δοριθρασέων πλέον Ἰνδῶν
 
καί μιν ἄναξ φιλέει μετὰ Μορρέα· πολλάκι δʼ αὐτῇ
 
Ὀρσιβόῃ καὶ ἄνακτι μιῆς ἔψαυσε τραπέζης, 285
 
θυγατέρων βασιλῆος ὁμέστιος· ἀμφοτέροις γὰρ
 
ἔγχεϊ καὶ πραπίδεσσιν ὑπέρβαλε σύντροφον ἥβην.
 
ἔνθα πολὺς προμάχῳ πρόμος ἤρισεν· ὑψιφανὴς δὲ
 
Πευκετίῳ πολέμιζεν ἀερσιπόδης Ἁλιμήδης,
 
καὶ Φλογίῳ κεκόρυστο Μάρων καὶ Θουρέι Ληνεύς. 290
 
ὑσμίνης δὲ τάλαντα πατὴρ ἔκλινε Κρονίων·
 
καὶ βριαρῷ Διόνυσος ἐμάρνατο Δηριαδῆι,
 
μίξας ἔγχεϊ θύρσον· ἀκοντοφόρῳ δὲ μαχητῇ
 
πῇ μὲν ἀκοντίζοντι μετάτροπον εἶδος ἀμείβων
 
δύσατο παντοίης πολυδαίδαλα φάσματα μορφῆς· 295
 
πῇ δὲ θυελλήεσσα κορύσσετο μαινομένη φλόξ,
 
ἀγκύλον αἰθύσσουσα σέλας βητάρμονι καπνῷ.
 
ἄλλοτε κυμαίνων ἀπατήλιον ἔρρεεν ὕδωρ,
 
ὑγρὸς ὀιστεύων διερὸν βέλος· ἀμφιέπων δὲ
 
ἰσοφυὲς μίμημα λεοντείοιο προσώπου 300
 
ὄρθιον ἠέρταζε μετάρσιον ἀνθερεῶνα,
 
τρηχαλέον βρύχημα χέων πυκινότριχι λαιμῷ
 
καὶ κέλαδον βρονταῖον ἐρισμαράγοιο τοκῆος·
 
καὶ σκιερῆς φορέων πολυδαίδαλον εἶδος ὀπώρης
 
ἀλλοφανὴς μορφοῦτο, καὶ εἴκελος ἔρνεϊ γαίης 305
 
αὐτοτελὴς ἀκίχητος ἀνέδραμεν, αἰθέρα τύπτων,
 
ὡς πίτυς, ὡς πλατάνιστος· ἀμειβομένου δὲ καρήνου
 
μιμηλοῖς πετάλοισι νόθην δενδρώσατο χαίτην,
 
γαστέρα θάμνον ἔχων περιμήκετον· ἀκρεμόνας δὲ
 
χεῖρας ἑὰς ποίησε, καὶ ἐφλοίωσε χιτῶνας, 310
 
καὶ πόδας ἐρρίζωσεν· ἀνακρούων δὲ κεραίαις So MSS.: Ludwich
 
μαρναμένου βασιλῆος ἐπεψιθύριζε προσώπῳ·
 
καὶ στικτοῖς μελέεσσι τύπον μιμηλὸν ὑφαίνων
 
πόρδαλις ὑψιπότητος ἀνέδραμεν ἅλματι ταρσῶν,
 
καὶ λοφιῆς ἐπέβαινεν ἀερσιλόφων ἐλεφάντων 315
 
κοῦφα βιβάς· ἐλέφας δὲ παρήορος ἅρμα τινάσσων
 
εἰς πέδον ἠκόντιζε θεημάχον ἡνιοχῆα,
 
σείων φαιδρὰ λέπαδνα καὶ ἀγκύλα κύκλα χαλινῶν.
 
οὐδὲ πεσὼν ἀμέλησε πέλωρ πρόμος, ἀλλὰ Λυαίῳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme