Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 36

 
Ἰνδοῖς Γηγενέεσσιν ἀνικήτοισιν ἐρίζειν. 160
 
ἔννεπε, καὶ προμάχους μετανεύμενος ἄλλον ἐπʼ ἄλλῳ
 
ἡνιόχους οἴστρησεν ἀμετροβίων ἐλεφάντων,
 
καί πρυλέων πομπῆας ἐπεστήριξεν ὁμίλῳ
 
μαρναμένους πυργηδόν. ὁμοζήλῳ δὲ κυδοιμῷ
 
θυρσομανὴς Διόνυσος ἐρημονόμων στίχα θηρῶν 165
 
εἰς ἐνοπήν βάκχευεν· ὀριτρεφέες δὲ μαχηταὶ
 
δαιμονίῃ βρυχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ,
 
καὶ πολὺς ἐκ στομάτων ἐκορύσσετο μαινόμενος θήρ·
 
ὠμοβόρων δὲ δράκοντες ἀποπτύοντες ὀδόντων
 
τηλεβόλους πόμπευον ἐς ἠέρα πίδακας ἰοῦ 170
 
χάσματι συρίζοντι μεμυκότος ἀνθερεῶνος,
 
λοξὰ παρασκαίροντες· ἐς ἀντιβίους δὲ θορόντες
 
αὐτόματον σκοπὸν εἶχον ἐχιδνήεντες ὀιστοί·
 
καὶ σκολιαῖς ἑλίκεσσιν ἐμιτρώθη δέμας Ἰνδῶν
 
εἱλομένων, βροτέους δὲ πόδας σφηκώσατο σειρὴ 175
 
εἰς δρόμον ἀίσσοντας. Ἀρειμανέες δὲ γυναῖκες
 
δῆριν ἐμιμήσαντο δρακοντοβόλου Φιδαλείης,
 
ἥ ποτε κέντρον ἔχουσα γυναικείοιο κυδοιμοῦ
 
δυσμενέας νίκησεν ἐχιδνήεσσι κορύμβοις
 
καί τις ἀπὸ στομάτων δολιχόσκιον ἔγχος ἰάλλων 180
 
ἰὸν ἀκοντιστῆρα κατέπτυε Δηριαδῆος,
 
καὶ φονίῃ ῥαθάμιγγι χάλυψ ἐδιαίνετο θώρηξ.
 
καὶ νέκυς ἐν χθονὶ κεῖτο τυπεὶς ζώοντι βελέμνῳ,
 
ἄπνοος ἀμφιέπων βέλος ἔμπνοον. ὀρθοπόδων δὲ
 
εἰς λοφιὴν ἐπίκυρτον ἀναΐξας ἐλεφάντων 185
 
πόρδαλις ᾐώρητο μετάρσιος ἅλματι ταρσῶν·
 
πυκνὰ δὲ θηρείοιο κατεστήρικτο καρήνου,
 
καὶ δρόμον ᾐώρησε τανυκνήμων ἐλεφάντων.
 
καὶ πολύς ἑσμὸς ἔπιπτε, βαρυσμαράγων ἀπὸ λαιμῶν
 
φρικτὸν ἐρημονόμων ἀίων βρύχημα λεόντων· 190
 
καί τις ἐνικήθη τρομέων μυκήματα ταύρου,
 
καὶ βοὸς εἰσορόων βλοσυρῆς γλωχῖνα κεραίης
 
λοξὸν ἀκοντίζουσαν ἐς ἠέρα· φοιταλέος δὲ
 
εἰς φόβον ἄλλος ὄρουσεν ὑποφρίσσων γένυν ἄρκτου·
 
θηρείαις δʼ ἰαχῇσιν ὁμόκτυπος ἄλλος ἐπʼ ἄλλῳ 195
 
Πανὸς ἀνικήτοιο κύων συνυλάκτεε λαιμῷ,
 
καὶ μόθον ὑλακόμωρον ἐδείδισαν αἴθοπες Ἰνδοί.
 
ξυνὴ δʼ ἀμφοτέροισιν ὁμόζυγος ἦεν Ἐνυώ·
 
γαῖα δέ διψώουσα φόνου κυγαίνετο λύθρῳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme