Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 36

 
ἀμφοτέρῳ πήχυνε κατηφέι Φοῖβος ἀγοστῷ, 80
 
καί μιν ἄγων ἔστησεν ἐρημάδος ἔνδοθι λόχμης·
 
νοστήσας δʼ ἀκίχητος ὁμίλεε θέσπιδι χάρμῃ.
 
καὶ βυθίου προμάχου πυρόεις πρόμος ἀντίος ἔστη,
 
Φοῖβος ἐς ὑσμίνην Ποσιδήιον· ἀμφὶ δὲ νευρῇ
 
θῆκε βέλος καὶ πυρσὸν ἐκούφισε Δελφίδι πεύκῃ 85
 
ἀμφοτέρῃ παλάμῃ περιδέξιος, ὄφρα κορύσσῃ
 
ὁλκῷ κυματόεντι σέλας καὶ τόξα τριαίνῃ.
 
αἰχμὴ δʼ αἰθαλόεσσα καὶ ὑδατόεντες ὀιστοὶ
 
σύμπεσον ἀλλήλοισι· κορυσσομένοιο δὲ Φοίβου
 
Αρεος ἐσμαράγησε μέλος πατρώιος Αἰθήρ, 90
 
βρονταῖον κελάδημα· θυελλήεσσα δὲ σάλπιγξ
 
οὔασι Φοιβείοισιν ἐπέκτυπε ποντιὰς Ἠχώ·
 
τρίτων δʼ εὐρυγένειος ἐβόμβεεν ἠθάδι κόχλῳ
 
ἀνδροφυὴς ἀτέλεστος, ἀπʼ ἰξύος ἔγχλοος ἰχθύς·
 
Νηρεΐδες δʼ ἀλάλαζον· ὑπερκύψας δὲ θαλάσσης 95
 
σειομένου τριόδοντος Ἄραψ μυκήσατο Νηρεύς.
 
οὐρανίης δὲ φάλαγγος ὑπέρτερον ἦχον ἀκούων
 
Ζεὺς χθόνιος κελάδησε, μὴ ἐννοσίγαιος ἀράσσων
 
γαῖαν ἱμασσομένην ῥοθίων ἐνοσίχθονι παλμῷ
 
ἁρμονίην κόσμοιο μετοχλίσσειε τριαίνῃ, 100
 
μή ποτε κινήσας χθονίων κρηπῖδα βερέθρων
 
θηητὴν τελέσειεν ἀθηήτου χθονὸς ἕδρην,
 
μὴ βυθίων φλέβα πᾶσαν ἀναρρήξειεν ἐναύλων
 
Ταρταρίῳ κευθμῶνι χέων μετανάστιον ὕδωρ,
 
νέρτερον εὐρώεντα κατακλύζων πυλεῶνα. 105
 
τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων,
 
καὶ χθόνιαι σάλπιγγες ἐπέβρεμον· ἀμφοτέρους δὲ
 
ῥάβδον ἐλαφρίζων ἀνεσείρασε μείλιχος Ἑρμῆς·
 
τρισσοῖς δʼ ἀθανάτοισι μίαν ξυνώσατο φωνήν·
 
Γνωτὲ Διὸς καὶ κοῦρε, σὺ μέν, κλυτότοξε, θυέλλαις 110
 
πυρσὸν ἔα καὶ τόξα, σὺ δὲ γλωχῖνα τριαίνης,
 
μὴ μακάρων Τιτῆνες ἐπεγγελάσωσι κυδοιμῷ,
 
μὴ Κρονίην μετὰ δῆριν ἀπειλήτειραν Ὀλύμπου
 
δεύτερον ἀθανάτοισιν Ἄρης ἐμφύλιος εἴη,
 
μὴ μόθον ἄλλον ἴδοιμι μετὰ κλόνον Ἰαπετοῖο, 115
 
μηδὲ μετὰ Ζαγρῆα καὶ ὀψιγόνου περὶ Βάκχου
 
φλέξας γαῖαν ἅπασαν ἑῷ πυρὶ χωόμενος Ζεὺς
 
ἀενάου κλύσσειε τὸ δεύτερον ἄντυγα κόσμου,
 
ὕδασιν ὀμβρήσας χυτὸν αἰθέρα· μηδὲ νοήσω

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme