Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 36

 
καὶ κραναὸν κούφισσεν ὑπηνέμιον βέλος Ἥρη, 40
 
χειρὶ δὲ δινεύουσα πεπηγότα νῶτα χαλάζης
 
Αρτεμιν ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ·
 
τόξου δʼ ἀγκύλα κύκλα συνέθλασε μάρμαρος αἰχμή·
 
οὐ δὲ μάχην ἀνέκοψε Διὸς δάμαρ· Ἀρτέμιδος δὲ
 
στήθεος ἄκρον ἔτυψε μεσαίτατον· ἡ δὲ τυπεῖσα 45
 
ἔγχεϊ παχνήεντι χαμαὶ κατέχευε φαρέτρην.
 
καί οἱ ἐπεγγελόωσα Διὸς μυθήσατο νύμφη·
 
Ἄρτεμι, θηρία βάλλε· τί μείζοσιν ἀντιφερίζεις;
 
καὶ σκοπέλων ἐπίβηθι· τί σοὶ μόθος; οὐτιδανὰς δὲ
 
ἐνδρομίδας φορέουσα λίπε κνημῖδας Ἀθήνῃ· 50
 
καὶ λίνα σεῖο τίνασσε δολοπλόκα· θηροφόνοι γὰρ
 
σοὶ κύνες ἀγρώσσουσι, καὶ οὐ πτερόεντες ὀιστοί·
 
οὐ σὺ λεοντοφόνον μεθέπεις βέλος· ἀδρανέων γὰρ
 
σῶν καμάτων ἱδρῶτες ἀνάλκιδές εἰσι λαγωοί·
 
σῶν δʼ ἐλάφων ἀλέγιζε καὶ εὐκεράου σέο δίφρου, 55
 
δῶν ἐλάφων ἀλέγιζε· τί σοὶ Διὸς υἷα γεραίρειν
 
πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων;
 
ἢν δʼ ἐθέλῃς, ἔχε τόξον, Ἔρως ὅτι τόξα τιταίνει·
 
παρθενικὴ φυγόδεμνε μογοστόκε, πορθμὸν Ἐρώτων
 
κεστὸν ἔχειν ὤφελλες ἀοσσητῆρα λοχείης, 60
 
σὺν Παφίῃ, σὺν Ἔρωτι· σὺ γὰρ κρατέεις τοκετοῖο.
 
ἀλλά, τελεσσιγόνοιο κυβερνήτειρα γενέθλης,
 
ἔρχεο παιδοτόκων ἐπὶ παστάδα θηλυτεράων,
 
καὶ λοχίοις βελέεσσιν ὀιστεύουσα γυναῖκας
 
εἴκελος ἔσσο λέοντι λεχωίδος ἐγγύθι νύμφης, 65
 
ἀντὶ φιλοπτολέμοιο μογοστόκος. ἀλλὰ καὶ αὐτῆς
 
λῆγε σαοφρονέουσα σαόφρονος εἵνεκα μίτρης,
 
ὅττι τεῶν μελέων μεθέπων τύπον ὑψιμέδων Ζεὺς
 
παρθενικὰς ἀγάμους νυμφεύεται· εἰσέτι κείνην
 
εἰκόνα σὴν βοόωσι γαμοκλόπον Ἀρκάδες ὗλαι, 70
 
Καλλιστοῦς ἀγάμοιο γαμοστόλον, ὑμετέρην δὲ
 
ἔμφρονα μάρτυρον ἄρκτον ἔτι στενάχουσι κολῶναι
 
μεμφομένην νόθον εἶδος ἐρωμανὲς ἰοχεαίρης,
 
θηλυτέρης ὅτε λέκτρον ἐδύσατο θῆλυς ἀκοίτης.
 
ἀλλὰ τεὴν ἀνόνητον ἀπορρίψασα φαρέτρην 75
 
Ἥρης κάλλιπε δῆριν ἀρείονος· ἢν δʼ ἐθελήσῃς,
 
ὡς λοχίη πολέμιζε τελεσσιγάμῳ Κυθερείῃ.
 
ἔννεπε, τειρομένην δὲ παρήλυθεν Ἄρτεμιν Ἥρη.
 
τὴν δὲ φόβῳ μεθύουσαν ἀπὸ φλοίσβοιο κομίζων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme