Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 36

 
κάλλιπον ἀμνήστοισι μεμηλότα μῦθον ἀήταις 400
 
Δικταῖοι Ῥαδαμᾶνες ὁμόφρονες· ἀλλὰ Λυαίῳ
 
νῆας ἐτεχνήσαντο μαχήμονας· ἀμφὶ δὲ λόχμας
 
ποίπνυον ἄλλοθεν ἄλλος· ὁ μὲν τορνώσατο γόμφους,
 
ὃς δὲ μέσην πεπόνητο περὶ τρόπιν, ἴκρια δʼ ἄλλος
 
ὀρθὰ περὶ σταμίνεσσιν ἀμοιβαίῃσιν ὑφαίνων 405
 
ὁλκάδα τοῖχον ἔτευχεν, ἐπηγκενίδας δὲ συνάπτων
 
μηκεδανὰς κατέπηξε, βαθυνομένῃ δὲ μεσόδμῃ
 
μεσσοφανῆ μέσον ἱστὸν Ἄραψ ὠρθώσατο τέκτων
 
λαίφεϊ πεπταμένῳ πεφυλαγμένον· αὐτὰρ ἐπʼ ἄκρῳ
 
δουρατέην ἐπίκυρτον ἐτορνώσαντο κεραίην 410
 
ἴδμονες εὐπαλάμοιο καὶ Ἡφαίστου καὶ Ἀθήνης.
 
ὣς οἱ μὲν μογέοντες ἀμιμήτῳ τινὶ τέχνῃ
 
Βάκχῳ νῆας ἔτευχον. ἐπασχαλόων δὲ κυδοιμῷ
 
μαντοσύνης Διόνυσος ἑῆς ἐμνήσατο Ῥείης,
 
ὅττι τέλος πολέμοιο φανήσεται, ὁππότε Βάκχοι 415
 
εἰναλίην Ἰνδοῖσιν ἀναστήσωσιν Ἐνυώ.
 
καὶ Λύκος ἀκροτάτοιο διʼ οἴδματος ἡγεμονεύων,
 
νεύμασιν ἀτρέπτοισιν ὑποδρήσσων Διονύσου,
 
ἄβροχον ἡνιόχευεν ὁδοιπόρον ἅρμα θαλάσσης,
 
ἧχι σοφοὶ Ῥαδαμᾶνες, ἁλιπλανέες μετανάσται, 420
 
νῆας ἐτεχνήσαντο θαλασσοπόρῳ Διονύσῳ.
 
καὶ τότε τετραπόροιο χρόνου στροφάλιγγα κυλίνδων,
 
ἱππεύων ἔτος ἕκτον, ἑλίσσετο καμπύλος Αἰών
 
εἰς ἀγορὴν ἐκάλεσσε μελαρρίνων γένος Ἰνδῶν
 
Δηριάδης σκηπτοῦχος· ἐπειγομένῳ δὲ πεδίλῳ 425
 
λαὸν ἀολλίζων ἑτερόθροος ἤιε κῆρυξ.
 
αὐτίκα δʼ ἠγερέθοντο πολυσπερέων στίχες Ἰνδῶν,
 
ἑζόμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ βάθρων·
 
λαοῖς δʼ ἀγρομένοισιν ἄναξ ἀγορήσατο Μορρεύς·
 
Ἴστε, φίλοι, τάχα πάντες, ἅ περ κάμον ὑψόθι πύργων, 430
 
εἰσόκε γαῖα Κίλισσα καὶ Ἀσσυρίων γένος ἀνδρῶν
 
αὐχένα δοῦλον ἔκαμψεν ὑπὸ ζυγὰ Δηριαδῆος·
 
ἴστε καί, ὅσσα τέλεσσα καταιχμάζων Διονύσου,
 
μαρνάμενος Σατύροισι καὶ ἀμητῆρι σιδήρῳ
 
τέμνων ἐχθρὰ κάρηνα βοοκραίροιο γενέθλης, 435
 
ὁππότε Βασσαρίδων πεπεδημένον ἑσμὸν ἐρύσσας
 
ὤπασα Δηριάδῃ, πολέμου γέρας, ὧν ὑπὸ λύθρῳ
 
ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ
 
κτεινομένων· ἕτεραι δὲ μετάρσιον ἀμφὶ χορείην

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme