Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 36

 
ἀμφιπεριπλέγδην πεπεδημένον· ἀρτιθαλῆ δὲ 360
 
σύμφυτον αἰθύσσων ἐπὶ βότρυϊ βότρυν ἀλήτην
 
μαινομένου βασιλῆος ἐπισκιόωντα προσώπῳ
 
σείετο μιτρώσας ὅλον ἀνέρα· Δηριάδην δὲ
 
αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ·
 
γυιοπέδην δʼ ἀσίδηρον ἐπέπλεκε δίζυγι ταρσῷ, 365
 
καὶ πόδας ἐρρίζωσεν ὁμοζυγέων ἐλεφάντων
 
ἀρραγέος κισσοῖο· καὶ οὐ τόσον ὁλκάδα πόντου
 
θηκτὰ περιπλεκέων ἐχενηίδος ἄκρα γενείων
 
δεσμῷ καρχαρόδοντι διεστήριξε θαλάσσῃ·
 
τοῖον ἔην μίμημα. μάτην δʼ ἐλέφαντας ἐπείγων 370
 
ἡνίοχος βαρύδουπον ἑὴν ἐλέλιζεν ἱμάσθλην,
 
κέντροις ὀξυτέροισιν ἀπειθέα νῶτα χαράσσων.
 
καὶ τόσον Ἰνδὸν ἄνακτα, τὸν οὐ κτάνεν ἄσπετος αἰχμή,
 
ἀμπελόεις νίκησεν ἕλιξ πρόμος· ἀμφιέπων δὲ
 
ἡμερίδων ὄρπηκι κατάσχετον ἀνθερεῶνα 375
 
πνίγετο Δηριάδης σκολιῷ τεθλιμμένος ὁλκῷ.
 
καὶ μογέων ἀτίνακτος ἐλίσσετο μαινάδι φωνῇ,
 
λεπτὸν ἔχων ὀλόλυγμα θεουδέος ἀνθερεῶνος,
 
νεύμασιν ἀφθόγγοις ἱκετήσια δάκρυα λείβων·
 
καὶ παλάμην ὤρεξεν ἀναυδέα, μάρτυρι σιγῇ 380
 
μόχθον ὅλον βοόων· τὸ δὲ δάκρυον ἔπλετο φωνή.
 
καὶ σκεδάσας Διόνυσος ἑὴν πολύδεσμον ὀπώρην
 
γυιοπέδην εὔβοτρυν ἀνέσπασε Δηριαδῆος,
 
καὶ στέφος ἡμερίδων ἑλικώδεα κισσὸν ἐλάσσας
 
δέσμιον αὐχένα λῦσεν ὁμοπλεκέων ἐλεφάντων. 385
 
οὐ δὲ φυγὼν δρυόεντα τανυπτόρθοιο κορύμβου
 
δεσμὸν ἀπειλητῆρα καὶ αὐτοέλικτον ἀνάγκην
 
Δηριάδης ἀπέειπεν ἐθήμονα κόμπον ἀπειλῆς,
 
ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν
 
διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι. 390
 
ἀμφοτέρους δʼ ἀνέκοψε μάχης ἀμφίδρομος ὀρφνή.
 
καὶ μόθος ἦν μετὰ νύκτα, καὶ ὑπναλέων ἀπὸ λέκτρων
 
ἐγρομένους θώρηξεν ἀμοιβαίη πάλιν Ἠώς.
 
οὐδὲ μόθων τέλος ἦεν ἐπειγομένῳ Διονύσῳ,
 
ἀλλὰ τόσων μετὰ κύκλα κυλινδομένων ἐνιαυτῶν 395
 
ῥυθμὸν Ἐνυαλίοιο μάτην ἐπεβόμβεε σάλπιγξ.
 
ἤδη δʼ ἐγρεμόθων ἐτέων πολυκαμπέι νύσσῃ
 
Βακχιὰς ὀψιτέλεστος ἐμαίνετο μᾶλλον Ἐνυώ.
 
οὐ μὲν ἀφειδήσαντες Ἀρειμανέος Διονύσου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme