Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 35

 
ἀλλʼ ἔτι καὶ φθιμένῃ τάχα χώεαι; οὐδὲ καὶ αὐτὴ 280
 
σὸν κότον ἐπρήυνεν ἀτέρμονα νυμφιδίη φλόξ,
 
λέκτρα διασκεδάσασα Διοβλήτοιο Θυώνης;
 
Ἰνδοφόνῳ τέο μέχρις ἐπιβρίθεις Διονύσῳ;
 
ἅζεο σοὺς προτέρους πάλιν ἄκμονας· εἰσέτι κεῖνοι,
 
εἰσέτι μοι παρέασιν ἀρηγόνες, οὓς ποσὶ δήσας 285
 
ὑμετέροις ἔσφιγξα· σὺ δʼ ἄστατος ὑψόθι γαίης
 
αἰθέρι καὶ νεφέλῃσι μετάρσιον εἶχες ἀνάγκην·
 
καὶ θρασὺς ἐν νεφέλῃσι περίπλοκον ὑψόθι γαίης
 
δέσμιον εἶδεν Ἄρης σε, καὶ οὐ χραίσμησε τεκούσῃ·
 
οὐ πυρόεις Ἥφαιστος ἐπήρκεσεν· οὐ δύναται γὰρ 290
 
τλήμεναι αἰθαλόεντος ἕνα σπινθῆρα κεραυνοῦ.
 
δήσω σὰς παλάμας χρυσέῳ πάλιν ἠθάδι δεσμῷ·
 
Ἄρεα δʼ ἀρραγέεσσιν ἀλυκτοπέδῃσι πεδήσω
 
εἰς τροχὸν αὐτοκύλιστον ὁμόδρομον, οἷος ἀλήτης 295
 
Τάνταλος ἠερόφοιτος ἤ Ἰξίων μετανάστης·
 
καί μιν ἀναλθήτοισιν ὅλον πληγῇσιν ἱμάσσω,
 
εἰσόκε νικήσειεν ἐμὸς πάις υἱέας Ἰνδῶν.
 
ἀλλὰ τεῷ Κρονίωνι χαρίζεαι, αἴ κεν ἐλάσσῃς
 
λύσσαν ἐριπτοίητον ἱμασσομένου Διονύσου,
 
μηδὲ λίπῃς κοτέοντα τεὸν πόσιν, ἀλλὰ μολοῦσα 300
 
Ἰνδῴης ἀκίχητος ὑπὸ κλέτας εὔβοτον ὕλης
 
Βάκχῳ μαζὸν ὄρεξον ἐμὴν μετὰ μητέρα Ῥείην,
 
ὄφρα τελειοτέροισιν ἑοῖς στομάτεσσιν ἀρύσσῃ
 
σὴν ἱερὴν ῥαθάμιγγα προηγήτειραν Ὀλύμπου,
 
καὶ βατὸν αἰθέρα τεῦξον ἐπιχθονίῳ Διονύσῳ· 305
 
ὑμετέρῳ δὲ γάλακτι δέμας χρίσασα Λυαίου
 
σβέσσον ἀμερσινόοιο δυσειδέα λύματα νούσου.
 
καί σοι ἐπεντύνω γέρας ἄξιον· ὑμετέρῃ γὰρ
 
στηρίξω κατʼ Ὄλυμπον ἐοικότα κύκλον ἐέρσῃ,
 
Ἡραίοιο γάλακτος ἐπώνυμον, ὄφρα γεραίρω 310
 
ἰκμάδα πασιμέλουσαν ἀλεξικάκου σέο μαζοῦ·
 
μοῦνον ἐμοί πεφύλαξο Διὸς φιλότεκνον ἀπειλήν,
 
μηδέ πάλιν δόλον ἄλλον ἐπεντύνῃς Διονύσω.
 
ὣς εἰπὼν προέηκε παλίγκοτον εὐνέτιν Ἥρην
 
Βακχείης κακότητος ἀλεξήτειραν ἀνάγκῃ, 315
 
ἵλαον εὐάντητον ἀτυζομένῳ Διονύσῳ,
 
ὄφρα δέμας Βρομίοιο γαλαξαίῃσιν ἐέρσαις
 
χειρὶ περιχρίσειε θεοτρεφέων ἀπὸ μαζῶν.
 
Ἥρη δʼ οὐκ ἀμέλησεν· ἀκεσσιπόνοιο δὲ θηλῆς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme