Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 35

 
Χαλκομέδη δολόεσσα· μεταστρεφθεῖσα δὲ κούρη 200
 
Μορρέος ἀχλαίνοιο σαόφρονας εἷλκεν ὀπωπάς,
 
ἀσκεπὲς αἰδομένη δέμας ἀνέρος· εἰσιδέειν γὰρ
 
ἅζετο θῆλυς ἐοῦσα λελουμένον ἄρσενα κούρη.
 
ἀλλʼ ὅτε χῶρον ἔρημον ἐσέδρακεν ἅρμενον εὐναῖς,
 
τολμηρὴν παλάμην ὀρέγων αἰδήμονι νύμφῃ 205
 
εἵματος ἀψαύστοιο σαόφρονος ἥψατο κούρης·
 
καί νύ κεν ἀμφίζωστον ἑλὼν εὐήνορι δεσμῷ
 
νυμφιδίῳ σπινθῆρι βιήσατο θυιάδα κούρην·
 
ἀλλά τις ἀχράντοιο δράκων ἀνεπήλατο κόλπου,
 
παρθενικῆς ἀγάμοιο βοηθόος, ἀμφὶ δὲ μίτρην 210
 
ἀμφιλαφὴς κυκλοῦτο φυλάκτορι γαστέρος ὁλκῷ·
 
ὀξὺ δὲ συρίζοντος ἀσιγήτων ἀπὸ λαιμῶν
 
πέτραι ἐμυκήσαντο· φόβῳ δʼ ἐλελίζετο Μορρεὺς
 
αὐχένιον μύκημα νόθης σάλπιγγος ἀκούων,
 
παπταίνων ἀγάμοιο προασπιστῆρα κορείης· 215
 
καὶ πρόμος ἀμφιέλικτος ἀνεπτοίησε μαχητήν,
 
οὐρὴν ἀγκυλόκυκλον ἐπʼ αὐχένι φωτὸς ἑλίξας,
 
ἔγχος ἔχων στόμα λάβρον· ἐτοξεύοντο δὲ πολλοὶ
 
ἰὸν ἀκοντίζοντες ἐχιδνήεντες ὀιστοί·
 
οἱ μὲν ἀμιτρώτοιο διαΐσσοντες ἐθείρης, 220
 
οἱ δὲ δρακοντοκόμοιο διʼ ἰξύος, οἱ δʼ ἀπὸ κόλπου
 
Ἄρεα συρίζοντες ἐβακχεύοντο μαχηταί.
 
ὄφρα μὲν ὑψιλόφοιο πρὸ ἄστεος ἵστατο Μορρεύς,
 
Χαλκομέδην δολόεσσαν ἀνήνυτον εἰς γάμον ἕλκων,
 
τόφρα δὲ Βασσαρίδος στρατιῆς εὔοπλος Ἐνυὼ 225
 
ἔγχος ἀτειρήεντος ἀλεύατο Δηριαδῆος.
 
καὶ γὰρ ἀπʼ Οὐλύμποιο θορὼν ὠκύπτερος Ἑρμῆς,
 
ἀντίτυπον Βρομίοιο φέρων ἴνδαλμα προσώπου,
 
Βακχείην ἐκάλεσσεν ὅλην στίχα μύστιδι φωνῇ·
 
δαιμονίην δὲ γυναῖκες ὅτʼ ἔκλυον Εὔιον ἠχώ, 230
 
εἰς ἕνα χῶρον ἵκανον· ἀπὸ τριόδων δὲ κομίζων
 
Μαιναλίδων ὅλον ἔθνος ἐς ἀγκύλα κύκλα κελεύθου
 
ἤγαγεν ὠκυπέδιλος, ἕως σχεδὸν ἤιε πύργων·
 
καὶ φυλάκων στοιχηδὸν ἀκοιμήτοισιν ὀπωπαῖς
 
νήδυμον ὕπνον ἔχευεν ἑῇ πανθελγέι ῥάβδῳ 235
 
φώριος Ἑρμείας, πρόμος ἔννυχος· ἐξαπίνης δὲ
 
Ἰνδοῖς μὲν ζόφος ἦεν, ἀθηήτοισι δὲ Βάκχαις
 
φέγγος ἔην ἀδόκητον· ἀδουπήτων δὲ γυναικῶν
 
λάθριος ἡγεμόνευε διʼ ἄστεος ἄπτερος Ἑρμῆς·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme