Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 35

 
αἱμαλέον θώρηκα. καὶ ἔντεα κείμενα γαίῃ 160
 
Μορρέος ἱμείροντος ἐδείκνυεν Ἄρεϊ Κύπρις
 
μορφῇ ἀθωρήκτῳ νικώμενα Χαλκομεδείης·
 
καί τινα μῦθον ἔειπεν, ἑὸν δʼ ἐρέθιζεν ἀκοίτην·
 
Ἆρες, ἐσυλήθης· πολέμους ἠρνήσατο Μορρεύς,
 
οὐ φορέων θώρηκα καὶ οὐ ξίφος· ἀλλὰ γυναῖκα 165
 
ἱμερτὴν ποθέων ἀπεσείσατο τεύχεα χειρῶν.
 
καὶ σὺ τεὸν δόρυ θοῦρον ἀναίνεο, καὶ σὺ θαλάσσῃ
 
λούεο σῶν σακέων γυμνούμενος· ἀπτόλεμος γὰρ
 
Κύπρις ἀριστεύει πλέον Ἄρεος, οὐδὲ χατίζει
 
ἀσπίδος, οὐ μελίης ποτὲ δεύεται· ἀμφότερον γὰρ 170
 
ἔγχος ἐμὸν πέλε κάλλος ἐμὸν ξίφος ἔπλετο μορφή,
 
καὶ βλεφάρων ἀκτῖνες ἐμοὶ γεγάασιν ὀιστοί·
 
μαζὸς ἀκοντίζει πλέον ἔγχεος· ἱμερόεις γὰρ
 
ἀντὶ δοριθρασέος θαλαμηπόλος ἔπλετο Μορρεύς.
 
μὴ Σπάρτης ἐπίβηθι, μαχήμονες ἧχι πολῖται 175
 
χάλκεον εἶδος ἔχουσι κορυσσομένης Ἀφροδίτης,
 
μή σε δόρυ κρατέουσα τεῷ πλήξειε σιδήρῳ.
 
οὐ τόσον αἰχμάζεις, ὅσον ὀφρύες· οὐ τόσον αἰχμαὶ
 
ἀνέρας οὐτάζουσιν, ὅσον βάλλουσιν ὀπωπαί·
 
δέρκεο σοὺς θεράποντας, ὑποδρηστῆρας Ἐρώτων, 180
 
καὶ θρασὺν αὐχένα κάμψον ἀνικήτῳ Κυθερείῃ.
 
Ἆρες, ἐνικήθης, ὅτι χάλκεον ἔγχος ἐάσας
 
νεβρίδα Χαλκομέδης γαμίην ὑπεδύσατο Μορρεύς.
 
εἶπε μόθους γελόωσα φιλομμειδὴς Ἀφροδίτη,
 
Ἄρεα κερτομέουσα γαμοστόλον, ἄγχι δὲ πόντου 185
 
καλλείψας ἀκόμιστον ἐπʼ αἰγιαλοῖο χιτῶνα
 
θαλπόμενος γλυκερῇσι μεληδόσι λούσατο Μορρεύς,
 
γυμνὸς ἐών· ψυχρῇ δὲ δέμας φαίδρυνε θαλάσσῃ,
 
θερμὸν ἔχων Παφίης ὀλίγον βέλος· ἐν δὲ ῥεέθροις
 
Ἰνδῴην ἱκέτευεν Ἐρυθραίην Ἀφροδίτην, 190
 
εἰσαΐων, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης·
 
λουσάμενος δʼ ἀνέβαινε μέλας πάλιν· εἶχε δὲ μορφήν,
 
ὡς φύσις ἐβλάστησε, καὶ ἀνέρος οὐ δέμας ἅλμη,
 
οὐ χροιὴν μετάμειψεν, ἐρευθαλέη περ ἐοῦσα.
 
καὶ κενεῇ χρόα λοῦσεν ἐπʼ ἐλπίδι· χιόνεος γὰρ 195
 
ἱμερόεις μενέαινε φανήμεναι ἄζυγι κούρῃ·
 
καὶ λινέῳ κόσμησε δέμας χιονώδεϊ πέπλῳ,
 
οἷον ἔσω θώρηκος ἀεὶ φορέουσι μαχηταί.
 
ἱσταμένη δʼ ἄφθογγος ἐπʼ ᾐόνος εἶχε σιωπὴν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme