Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 35

 
ἀλλὰ ῥόῳ φαίδρυνε τεὸν δέμας, ὄφρα φανείης 120
 
ὡς Φαέθων προχοῇσι λελουμένος Ὠκεανοῖο·
 
ῥῖψον Ἐνυαλίην σέθεν ἀσπίδα, ῥῖψον ἀκωκήν,
 
μή ποτέ με πλήξειε τεὴ θανατηφόρος αἰχμή·
 
κάτθεό μοι δασπλῆτα τεῶν πήληκα κομάων,
 
ὅττι λόφος κλονέει με τινασσομένης τρυφαλείης· 125
 
μὴ νόθον εἶδος ἴδοιμι σιδηρείοιο προσώπου·
 
τίς πόθος εὐφραίνει με καλυπτομένης σέο μορφῆς;
 
ούκέτι Μαιονίης ἐπιβήσομαι· οὐδʼ ἐνὶ παστῷ
 
δέξομαι, ἢν ἐθέλῃς, μετὰ Μορρέα Βάκχον ἀκοίτην·
 
ἔσσομαι Ἰνδῴη καὶ ἐγώ, φίλος· ἀντὶ δὲ Λυδῆς 130
 
κυδαίνω θυέεσσιν Ἐρυθραίην Ἀφροδίτην
 
κρυπταδίη Μορρῆος ὁμευνέτις· ἐν δὲ κυδοιμοῖς
 
Ἰνδὸς ἀνὴρ ἐχέτω με συναιχμάζων Ἀφροδίτῃ·
 
εἰς δὲ γὰρ ἶσα βέλεμνα καὶ εἰς ἐμὲ διπλόα πέμπων
 
ἵμερος ἀμφοτέροισι μίαν ξύνωσεν ἀνίην, 135
 
εἰς κραδίην Μορρῆι καὶ εἰς φρένα Χαλκομεδείῃ.
 
κάμνον ἐγὼ κρύπτουσα τεὸν πόθον· οὐ γὰρ ἀκοίτην
 
παρθένος αἰδομένη προκαλίζεται εἰς Ἀφροδίτην.
 
ὣς φαμένη παρέπεισε γυνὴ δυσέρωτα μαχητὴν
 
ψευσαμένη· γελάσας δὲ δυσίμερος ἔννεπε Μορρεύς· 140
 
οὐ νέμεσις, Μορρῆα τὸν εὐπήληκα μαχητὴν
 
χάλκεον ἔγχος ἔχειν ἐνὶ παστάδι Χαλκομεδείης,
 
ὄφρα περιπτύξω σε, φερώνυμε, χαλκὸν ἀείρων·
 
ἔμπης φοίνιον ἔγχος ἀναίνομαι, οὐδὲ βοείης
 
ἅπτομαι· ὡς ἐθέλεις δέ, λελουμένος εἰς σὲ χορεύω 145
 
χερσὶν ἀναιμάκτοισι, καὶ ἔσσομαι ἄλλος
 
γυμνὸς Ἄρης μετὰ δῆριν ἔχων γυμνὴν Ἀφροδίτην.
 
καύρην Δηριαδῆος ἀναίνομαι· αὐτὸς ἐλάσσω
 
ἐκ μεγάρων ἀέκουσαν ἐμὴν ζηλήμονα νύμφην·
 
οὐκέτι Βασσαρίδεσσι κορύσσομαι, εἴ με κελεύεις, 150
 
ἀλλὰ φίλοις ναέτῃσι μαχέσσομαι· Ἰνδὸν ὀλέσσω
 
οἴνοπα θύρσον ἔχων, οὐ χάλκεον ἔγχος ἀείρων·
 
ῥίψω δʼ ἔντεα πάντα καὶ ἄνθεα λεπτὰ τινάξω,
 
ὑμετέρῳ βασιλῆι συναιχμάζων Δινύσῳ.
 
ὣς εἰπὼν παλάμης μελίην ἀπεσείσατο Μορρεύς, 155
 
καὶ λίφον ἰδρώοντος ἀπεσφήκωσε καρήνου,
 
μυδαλέης δʼ ἔρρεψεν ἑῆς τελαμῶνα βοείης
 
εὐκαμάτῳ ῥαθάμιγγι λελουμένον ὴθάδος ὤμου·
 
λύσατο καὶ χάλκειον ἀπὸ στέρνοιο χιτῶνα,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme