Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 35

 
Πρωτονόη, στενάχουσα καὶ εἰσέτι νεκρὸν Ὀρόντην· 80
 
θηλυτέρην δὲ φάλαγγα διέστιχεν· ἦν δὲ νοῆσαι
 
ἄλλην ἀντιάνειραν Ἐρυθραίην Ἀταλάντην.
 
Χειροβίη δὲ λαβοῦσα σάκος καὶ Μορρέος αἰχμὴν
 
ἔχραε Βασσαρίδεσσι, καὶ εἴκελος ἔπλετο Γόργῃ,
 
ἣ πάρος εὐπύργοιο τινασσομένης Καλυδῶνος 85
 
Τοξέος αἰθύσσονσα κασιγνήτοιο βοείην,
 
μάρνατο θῆλυς ἐοῦσα χολωομένου Μελεάγρου.
 
Ὀρσιβόη δὲ φανεῖσα σὺν ἐγρεμόθῳ παρακοίτῃ
 
θάρσος Ἐνυαλίης μιμήσατο Δηιανείρης,
 
ὁππότε Παρνησσοῖο κακοξείνῳ παρὰ πέτρῃ 90
 
θωρήχθη Δρυόπεσσι καὶ ἔπλετο θῆλυς Ἀμαζών.
 
πολλαὶ δʼ εὐρυχόροισι περικλείοντο μελάθροις,
 
καὶ στόνος ἄπλετος ἦεν ὑπωροφίοιο κυδοιμοῦ·
 
ἄλλη δʼ εἰνοδίην ὑπεδύσατο δηιοτῆτα,
 
παρθένος ἐγρεκύδοιμος, ὑπὲρ τεγέων δὲ καὶ ἄλλαι 95
 
λαϊνέοις βελέεσσιν ἐθωρήσσοντο γυναῖκες·
 
ἐνδόμυχοι δὲ φάλαγγες ἐπεσμαράγησαν Ἐνυώ.
 
ὄφρα μὲν ἐγρεμόθοιο διʼ ἄστεος ἔβρεμεν Ἄρης,
 
Λύδια Βασσαρίδων ὀρεσίδρομα φῦλα δάΐζων,
 
τόφρα δὲ Χαλκομέδεια πρὸ τείχεος ἵστατο μούνη 100
 
νόστιμον ἐκ πολέμοιο μεταστρέψασα πορείην,
 
οἰστρομανῆ Μορρῆα δεδεγμένη, εἴ ποθεν ἔλθῃ·
 
καὶ τότε πουλυέλικτον ἐρωμανὲς ὄμμα τιταίνων,
 
παρθένον ὡς ἐνόησε, ποδήνεμος ἵκετο Μορρεύς,
 
εἰς δρόμον ἱμερόεντα θοώτερα γούνατα πάλλων. 105
 
τῆς δὲ διωκομένης ἀνεκούφισε πέπλον ἀήτης·
 
θέλγετο δʼ εἰσέτι μᾶλλον ἀνείμονι κάλλεϊ μορφῆς.
 
παπταίνων προθέουσαν ἀνάμπυκα λευκάδα νύμφην.
 
ἡ δέ μιν ἠπερόπευε, καὶ αἰδομένῃ φάτο φωνῇ,
 
ὼκυτέρην Μορρῆος ὑποπτήσσουσα πορείην· 110
 
εἰ ἐτεὸν μεθέπεις ἐμὰ δέμνια, νυμφίε Μορρεῦ,
 
κάτθεο σὸν θώρηκα σιδήρεον, οἷα χορεύει
 
εἰς γάμον ἁβροχίτων, ὅτε Κύπριδι μίσγεται, Ἄρης,
 
εἵματι χιονέῳ πεπυκασμένος, ὥς περ Ἀπόλλων,
 
ὄφρα Πόθος καὶ Κύπρις ἑνὶ ζεύξειαν ὀχῆι 115
 
ἡμέας ἀμφοτέρους γαμίης ἐπιβήτορας εὐνῆς,
 
Μορρέα θοῦρος· ἔρως καὶ Χαλκομέδην Ἀφροδίτη.
 
οὐ δέχομαι χάλκειον ἐγὼ πόσιν ύψόθι λέκτρων,
 
αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme