Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 35

 
ἔγχος ἐνικήθη σέο κάλλεϊ· σεῖο προσώπου 40
 
μαρμαρυγαὶ κλονέουσιν, ὅσον γλωχῖνες ἀκόντων·
 
στῆθος ἔχεις ἅτε τόξον, ἐπεὶ σέο μᾶλλον ὀιστῶν
 
μαζοὶ ἀριστεύουσιν, ὀιστευτῆρες Ἐρώτων.
 
ξεῖνον ἔχω καὶ ἄπιστον ἐγὼ πόθον, ὅττι διώκω
 
κούρης νεκρὸν ἔρωτα καταφθιμένων ὑμεναίων· 45
 
ἄπνοος οἶστρος ἔχει με τὸν ἔμπνοον· εἰ θέμις εἰπεῖν,
 
χείλεα φωνήεντα καὶ ἔμπνοα ταῦτα γενέσθω,
 
σῶν γλυκερῶν στομάτων ἵνα, παρθένε, μῦθον ἀκούσω
 
τοῖον ἔπος βοόωσα·
 
50
 
 
 
 
ἐρρέτω ἡμετέρης παλάμης θράσος, ὅττι λιποῦσα
 
Σειληνοὺς πολιῇσιν ὑποφρίσσοντας ἐθείραις 55
 
καὶ Σατύρων δύσμορφον ὅλον γένος, ἀντὶ γερόντων,
 
ἀντὶ δασνστέρνων ἁπαλὴν ἐδάμασσε γυναῖκα.
 
ἀλλὰ ποθοβλήτοιο τεοῦ χροὸς ἕλκος ἀφάσσων
 
ποίην καλλιβότοιο διαστείχων ῥάχιν ὕλης
 
ἕλκεος ὑμετέροιο βοηθόον εἰς σὲ καλέσσω 60
 
γηραλέον Χείρωνα φεπίσβιον; ἢ πόθεν εὕρω
 
φάρμακα, λυσιπόνου Παιήονος ὄργια τέχνης;
 
ἤθελον, ἣν κολέουσιν, ἔχειν Κενταυρίδα ποίην,
 
ὄφρα τεοῖς μελέεσσιν ἀνώδυνον ἄνθος ἑλίξας
 
ἐξ Ἄιδος ζώουσαν ἀνοστήτοιο σαώσω. 65
 
ποῖον ἔχω μάγον ὕμνον ἢ ἀστερόεσσαν ἀοιδήν,
 
ὄφρα θεοκλήτῳ προχέων μέλος εὐάδι φωνῇ
 
οὐταμένου τεὸν αἷμα κατευνήσω κενεῶνος;
 
ἤθελον ἐγγὺς ἔχειν φυσίζοον ἐνθάδε πηγήν,
 
ὄφρα τεοῖς μελέεσσι βαλὼν ὀδυνήφατον ὕδωρ 70
 
πρηΰνω τεὸν ἕλκος ἐπήρατον, ὄφρα καὶ αὐτὴν
 
ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω.
 
Γλαῦκε πολυσπερέων ἐτέων στροφάλιγγα κυλίνδων,
 
εἰ θέμις, ἀτρυγέτοιο λιπῶν κευθμῶνα θαλάσσης
 
δεἰξον ἐμοὶ βοτάνην ζωαρκέα, δεῖξον ἐκείνην, 75
 
ἧς ποτε σοῖς στομάτεσσιν ἐγεύσαο, καὶ βίον ἕλκεις
 
ἄμβροτον, ἀενάοιο χρόνου κυκλούμενος ὁλκῷ.
 
ὣς εἰπῶν παράμειβε, νέκυν πόθον ἐν φρεσὶ κεύθων.
 
καὶ πόσιος κταμένου τιμήορος ἄνθορε νύμφη

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme