Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 34

 
ἐν πεδίῳ· τὸ γὰρ εἶπε σοφὴ Θέτις, ὄφρα σαώσῃ 160
 
λαὸν ὅλον μογέοντα τινασσομένου Διονύσου.
 
ἔνθα διατμήξας Χαρίτων ἴνδαλμα προσώπου
 
Βασσαρίδας ζώγρησεν ἀνάλκιδας ἕνδεκα Μορρεύς,
 
ἃς μετὰ Χαλκομέδην ἐκρίνατο· Μαιναλίδων δὲ
 
χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ, 165
 
καὶ στίχα λυσιέθειραν ὑπὸ ζυγὰ δούλια σύρων
 
ληίδας ἀμφιπόλους ἑκυρῷ πόρε Δηριαδῆι,
 
ἕδνον ἑῆς ἀλόχοιο τὸ δεύτερον, ἧς χάριν εὐνῆς
 
νυμφοκόμον μόθον εἶχεν ἀερσιλόφῳ παρὰ Ταύρῳ,
 
ὁππότε Δηριάδαο νέην βασιληίδα κούρην, 170
 
ἥλικα Χειροβίην, ζυγίῳ σφηκώσατο δεσμῷ·
 
οὐ γὰρ δῶρον ἔδεκτο γαμήλιον ὄρχαμος Ἰνδῶν
 
παιδὸς ἑῆς, οὐ χρυσὸν ἐπήρατον, οὐ λίθον ἅλμης
 
μαρμαρέην, ἀγέλας δὲ βοῶν καὶ πώεα μήλων
 
Δηριάδης ἀπέειπε, καὶ ἐγρεμόθοισι μαχηταῖς 175
 
θυγατέρων ἔζευξεν ἀδωροδόκους ὑμεναίους,
 
γαμβρὸν ἔχων Μορρῆα καὶ ἐννεάπηχυν Ὀρόντην·
 
καὶ διδύμοις προμάχοισιν ἑὴν νύμφευσε γενέθλην,
 
Μορρέι Χειροβίην καὶ Πρωτονόειαν Ὀρόντῃ·
 
οὐ γὰρ ἐπιχθονίοισιν ὁμοίιος ἔπλετο Μορρεύς, 180
 
ἀλλὰ Γιγαντείων μελέων ὑψαύχενι μορφῇ
 
Ἰνδῶν Γηγενέων μιμήσατο πάτριον ἀλκήν,
 
ἠλιβάτου Τυφῶνος ἔχων αὐτόχθονα φύτλην,
 
εὖτε πυριτρεφέων Ἀρίμων παρὰ γείτονι πέτρῃ
 
σύγγονον ἠνορέην ἐπεδείκνυε μάρτυρι Κύδνῳ, 185
 
ἕδνα φέρων θαλάμων, Κιλίκων ἱδρῶτας ἀέθλων,
 
νυμφίος ἀκτήμων, ἀρετῇ δʼ ἐκτήσατο νύμφην.
 
ὥς ποτε Μορρείοιο γάμου μνηστῆρι σιδήρῳ
 
Ἀσσυρίη γόνυ κάμψε, καὶ εἰς ζυγὰ Δηριαδῆος
 
αὐχένα πετρήεντα Κίλιξ δοχμώσατο Ταῦρος, 190
 
καὶ θρασὺς ὤκλασε Κύδνος, ὅθεν Κιλίκων ἐνὶ γαίῃ
 
Σάνδης Ἡρακλέης κικλήσκεται εἰσέτι Μορρεύς.
 
καὶ τὰ μὲν ἐν προτέροισιν· ἐν ὀψιγόνῳ δὲ κυδοιμῷ
 
θυιάδας ἐζώγρησεν ἀφειδέι δούρατι Μορρεύς·
 
κυδιόων δʼ ἀχάλινον ἀπερροίβδησεν ἰωήν· 195
 
σοὶ μὲν ἐγώ, σκηπτοῦχε, τεῆς κειμήλια κούρης
 
βάκχας πρῶτον ἄγω, μετέπειτα δὲ Βάκχον ὀπάσσω.
 
ὣς φαμένου Μορρῆος ἀμείβετο κοίρανος Ἰνδῶν·
 
Χειροβίην ἀνάεδνον ἔχων, κορυθαιόλε Μορρεῦ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme