Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 34

 
πασάων προφέρουσα φαείνεται, οἷα καὶ αὐτὴ 40
 
φαιδροτέραις ἀκτῖσι κατακρύπτει σέλας ἄστρων
 
μαρμαρυγὴν εὔκυκλον ἀκοντίζουσα Σελήνη.
 
καὶ διδύμοις βελέεσσι κορύσσεται εἰν ἑνὶ θεσμῷ,
 
κάλλεϊ τοξεύουσα καὶ αἰχμάζουσα σιδήρῳ·
 
ἔστι δὲ Πασιθέη κορυθαιόλος, ἥν τινα Βάκχαι 45
 
Χαλκομέδην καλέουσιν· ἐγὼ δέ μιν αὐτὸς ἐνίψω
 
Ἄρτεμιν ἀργυρόπεζαν ἠὲ
 
ὥς φάμενος σίγησε· καὶ ὀφρύος ἄκρα καθέλκων
 
αἰδομένοις στομάτεσσι δυσίμερος ἔννεπε Μορρεύς·
 
ἀτρεκέως Διόνυσος ἐδύσατο κῦμα θαλάσσης 50
 
δειμαίνων Λυκόοργον, ὑποβρυχίοιο δὲ κόλπου
 
Νηρεΐδας θώρηξε, καὶ ἐξ ἁλὸς ἦλθε κομίζων
 
εἰναλίην ἐς Ἄρηα κασιγνήτην Ἀφροδίτην·
 
ἀντὶ δὲ νυμφιδίοιο καὶ εὐόδμοιο χιτῶνος
 
δῶκεν ἔχειν θώρηκα σιδήρεον, ἀντὶ κεστοῦ 55
 
χάλκεον ἔγχος ὄπασσε· καὶ οὔνομα τὸ πρὶν ἀμείψας
 
Χαλκομέδην ὀνόμηνε κορυσσομένην Ἀφροδίτην·
 
ἔστι δὲ Βασσαρίδεσσι συνέμπορος· ἀμφοτέροις δὲ
 
μάρναμαι ἀγνώσσων, καὶ Κύπριδι καὶ Διονύσῳ.
 
καὶ τί μάτην δόρυ θοῦρον ἀείρομαι; εἶξον, ἀκωκή· 60
 
εἰ Παφίη νίκησεν ἀκοντιστῆρα κεραυνοῦ,
 
εἰ πολέμων σκηπτοῦχον ἑῷ σπινθῆρι δαμάζει,
 
εἰ φλογερὸν Φαέθοντα κατέφλεγε μείζονι πυρσῷ
 
καὶ κλονέει πυρόεντα,τί κεν ῥέξαιμι σιδήρῳ;
 
εἴπατέ μοί τινα μῆτιν ἀρηγόνα Κυπρογενείης· 65
 
οὐτήσω τὸν Ἔρωτα; πόθεν πτερόεντα κιχήσω;
 
ἔγχος ἀερτάζω; πυρὶ μάρναται, ἆορ ἐρύσσω;
 
τόξον ἔχει, τὸ δὲ τόξον ἐμῆς φρενὸς ἁπτόμενον πῦρ.
 
πολλάκις οὐτήθην κατὰ φύλοπιν· ἀλλὰ καμόντα
 
ἰητήρ με σάωσεν ἑῇ ζωαρκέι τέχνῃ, 70
 
ὠτειλῇ μελέων ὀδυνήφατον ἄνθος ἑλίξας.
 
Ὕσσακε, μὴ κρύψῃς, τίνα φάρμακα ποικίλα πάσσων
 
ἔνδον ἐμῆς κραδίης ἰήσομαι ἕλκος Ἐρώτων.
 
εἰμὶ μὲν ἀντιβίοισιν ἀεὶ θρασύς· ἀλλʼ ὅτε λεύσσω
 
Χαλκομέδην παρεοῦσαν, ἐμὴ θηλύνεται αἰχμή. 75
 
οὐ τρομέω Διόνυσον· ὑποπτήσσω δὲ γυναῖκα,
 
ὅττι σέλας πέμπουσα ποθοβλήτοιο προσώπου
 
μορφῇ ὀιστεύει με, καὶ οὐκέτι τόξα τιταίνω.
 
ὣς ἄρα Νηρεΐδων μίαν ἔδρακον· εἰ θέμις εἰπεῖν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme