Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 33

 
λευκάδι Πασιθέῃ μελανόχροον Ὕπνον ἀκοίτην. 40
 
ὣς φαμένης δάκρυσε Χάρις καὶ ἀμείβετο μύθῳ·
 
ἀενάου κόσμοιο φυτοσπόρε, μῆτερ Ἐρώτων,
 
βουκόλος οὐ κλονέει με, καὶ οὐ θρασὺς ἵμερος Ὕπνου.
 
οὐ πέλον Ἠριγένεια δυσίμερος ἠὲ Σελήνη,
 
ἀλλὰ πόνος περίφοιτος ἀνιάζει με Λυαίου, 45
 
πατρὸς ἐμοῦ φρίσσοντος Ἐρινύας· ὑμετέρου δέ,
 
εἰ δύνασαι, προμάχιζε κασιγνήτου Διονύσου.
 
ἔννεπε, καὶ γενετῆρος ὅλον πόνον εἶπεν ἀνάσσῃ
 
Βασσαρίδων τε φάλαγγας ἀπείρονας, ἅς κτάνε Μορρεύς,
 
καὶ Σατύρων φύξηλιν ὅλον στρατόν, εἶπε καὶ αὐτὴν 50
 
δαιμονίην μάστιγα τινασσομένου Διονύσου
 
καὶ κινυρὴν σπαίρουσαν ὑπὲρ δαπέδοιο Γιγαρτώ,
 
Κωδώνην τʼ ἀγόρευε προώριον· αἰδομένη δὲ
 
πένθος ὁμοῦ καὶ κάλλος ἐπέφραδε Χαλκομεδείης.
 
καὶ ῥοδέου σπινθῆρα μεταλλάξασα προσώπου 55
 
ἠθάδα ῥῖψε γέλωτα φιλομμειδὴς Ἀφροδίτη.
 
ἀγλαΐην δʼ ἐκέλευσε διάκτορον, ὄφρα καλέσσῃ
 
υἱέα θοῦρον Ἔρωτα μετάρσιον ἠεροφοίτην,
 
ἀνδρομέης γονόεντα κυβερνητῆρα γενέθλης.
 
καὶ Χάρις ἴχνος ἔκαμψε, πολυστρέπτῳ δὲ προσώπῳ 60
 
σὺν χθονὶ πόντον ὄπωπε καὶ οὐρανόν, εἴ που ἐφεύροι
 
ἄστατον ἴχνος Ἔρωτος, ἐπεὶ πτερὰ πάντοθι πάλλει,
 
τέτραχα τεμνομένην κυκλούμενος ἄντυγα κόσμου.
 
Εὖρε δέ μιν χρυσέοιο περὶ ῥίον ἄκρον Ὀλύμπου
 
νεκταρέας ῥαθάμιγγας ἀκοντίζοντα κυπέλλοις· 65
 
πὰρ δέ οἱ ἵστατο κοῦρος ὁμέψιος ἁβρὸν ἀθύρων,
 
εὐχαίτης Ὑμέναιος· ἀερσινόου δὲ τεκούσης
 
οὐρανίης σοφὸν ἔργον ἐπισταμένης δρόμον ἄστρων
 
σφαῖραν ἄγων τροχόεσσαν ἀέθλια θήκατο νίκης,
 
Ἄργου δαιδαλέης ἀντίρροπον εἰκόνα μορφῆς· 70
 
καὶ πτερόεις εὔκυκλον Ἔρως μητρῷον ἀείρων
 
χρύσεον ὁρμὸν ἔθηκε θαλασσαίης Ἀφροδίτης,
 
νίκης φαιδρὸν ἄγαλμα παναίολον· ἀργύρεος δὲ
 
κεῖτο λέβης ἐν ἀγῶνι, καὶ οἰνοχύτου βρέτας Ἥβης
 
μεσσοφανῆ σκοπὸν εἶχε· καὶ ἱμερόεις Γανυμήδης 75
 
οἰνοχόος Κρονίδαο δικασπόλος ἦεν ἀγῶνος,
 
στέμμα φέρων παλάμῃσι. Φιλακρήτων δὲ βολάων
 
λαχμὸς ἔην, μεθέπων ἑτερότροπα δάκτυλα χειρῶν·
 
καὶ τὰ μὲν ὀρθώσαντες ἀνέσχεθον, ἄλλα δὲ καρπῷ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme