Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 32

 
καί οἱ ἐπεγγελάσειε καὶ ἀδρανέοντα καλέσσῃ. 280
 
καὶ πρόμαχοι τότε πάντες ὑπέκφυγον· ἐν δὲ κυδοιμοῖς
 
Αἰακὸς αὐτόθι μοῦνος ἐλείπετο, μαρνάμενος δὲ
 
δεύετο μὴ παρεόντος ἀνικήτου Διονύσου·
 
ἔμπης δʼ αὐτόθι μίμνεν. ἀπὸ σκοπέλοιο δὲ Νύμφαι
 
Νηιάδος βυθίοισιν ἐνεκρύπτοντο μελάθροις· 285
 
αἱ μὲν Ὑδασπιάδεσσιν ὁμήλυδες, αἱ δὲ φυγοῦσαι
 
Ἰνδὸν ἐς ἀγχικέλευθον ἐναυλίζοντο ῥεέθροις,
 
ἄλλαι Συδριάδεσσιν ὁμόστολοι, αἱ δʼ ἐνὶ Γάγγῃ
 
λύθρον ἀπεσμήξαντο νεόσσυτον, ἃς τότε πολλὰς
 
ἐρχομένας ἀγεληδὸν ἐς ὑδατόεντας ἐναύλους 290
 
νηιὰς ἀργυρόπεζα φιλοξείνῳ πυλεῶνι
 
δέξατο κυματόεντος ἐς αὔλια παρθενεῶνος.
 
ἄλλαι Ἁμαδρυάδος σκιεροῖς κρύπτοντο κορύμβοις,
 
δυσάμεναι δρυόεντας ἀνοιγομένους κενεῶνας.
 
πολλαὶ δʼ ὑγροτόκους ὑπὸ πίδακας ἐγγύθι πέτρης 295
 
Βασσαρίδες κρουνηδὸν ἐκώκυον· ἀρτιχύτῳ δὲ
 
ὄμβρῳ δακρυόεντι φιλοθρήνοιο προσώπου
 
πληθομένη βαθύκολπος ὅλη πορφύρετο πηγή,
 
μυρομένη βαρὺ πένθος ἀπενθήτου Διονύσου.
← Previous 8 / 8

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme