Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 32

 
εἰς ζόφον αὖτις ἵκανεν, ἐπαιθύσσουσα Λυαίῳ 120
 
φάσματα ποικιλόμορφα· κατὰ Βρομίοιο δὲ πολλαὶ
 
ἰοβόλοι ῥαθάμιγγες ὀιστεύοντο καρήνου
 
καὶ βλοσυροὶ σπινθῆρες· ἀεὶ δέ οἱ ἔνδον ἀκουῆς
 
Ταρταρίης σύριζε λαθίφρονος ἦχος ἱμάσθλης.
 
καὶ μογέων Διόνυσος ἐρημάδος ἔνδοθι λόχμης 125
 
δύσβατα φοιτητῆρι διέστιχεν οὔρεα ταρσῷ
 
ἄσθματι δαιμονίῳ δεδονημένος· ἀμφὶ δὲ πέτραις,
 
οἰστρομανὴς ἅτε ταῦρος, ἑάς ἤρασσε κεραίας,
 
τρηχαλέον μύκημα χέων λυσσώδεϊ λαιμῷ·
 
Πᾶνα δὲ καλλείψασα καὶ ὑστερόφωνον ἀοιδὴν 130
 
φθόγγῳ μαινομένῳ μυκήσατο δύσθροος Ἠχώ,
 
ἀντίτυπον θρασὺν ἦχον ἀμειβομένη Διονύσου.
 
καὶ βαλίας ἐλάφους, λασίας δʼ ἐδίωκε λεαίνας
 
Βάκχος ἀελλήεις, μεθέπων ὀρεσίδρομον ἄγρην·
 
οὐδέ οἱ ἄγχι λέων θρασὺς ἤιε· ταρβαλέη δὲ 135
 
ἄρκτος ἐριπτοίητος ἐκεύθετο φωλάδι πέτρῃ
 
λύσσαν ἀπειλητῆρος ὑποπτήσσουσα Λυσίου,
 
δεχνυμένη βλοσυρῇσι θεήλατον ἦχον ἀκουαῖς·
 
μηκεδανοὺς δὲ δράκοντας ἐρειδομένους τινί πέτρῃ
 
μείλιχα λιχμώοντας ἀπέθρισε νηλέι θύρσῳ· 140
 
καὶ σκοπιὰς ἐτίναξε τανυγλώχινι κεραίῃ
 
κτείνων ἀκλινέων ἱκετήσια φῦλα λεόντων·
 
καί δρύας εὐκάρποιο μετερρίζωσεν ἀρούρης,
 
Ἁδρυάδας δʼ ἐδίωκεν· ὀιστεύων δὲ κολώνας
 
Νηιάδας ποταμοῖο μετήλυδας ἤλασε Νύμφας. 145
 
Βασσαρίδες δʼ ἀλάληντο καὶ οὐχ ἥπτοντο Λυαίου,
 
καὶ Σάτυροι φρίσσοντες ἐνεκρύπτοντο θαλάσσῃ,
 
οὐδέ οἱ ἐγγὺς ἵκοντο τεθηπότες ὄγκον ἀπειλῇς,
 
μή σφιν ἐπαΐξειε χέων ἑτερόθροον ἠχώ,
 
ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης. 150
 
Δηριάδης δʼ ὑπέροπλον ἔχων θράσος ἔχραε Βάκχαις,
 
νεύμασιν Ἡραίοισι τινασσομένου Διονύσου.
 
ὡς δʼ ὅτε χειμερίων ῥοθίων μυκώμενος ὁλκῷ
 
ἄπλοος ἀντιπόροις βακχεύετο πόντος ἀέλλαις,
 
κύμασιν ἠλιβάτοισι κατάρρυτον ἠέρα νίφων. 155
 
πρυμναίους δὲ κάλωας ἀφειδέι κύματος ὁρμῇ
 
λαίλαπες ἐρρήξαντο, καὶ ἄσθματι λαῖφος ἐλίξας
 
ἰστὸν ἀνεχλαίνωσε κεκυφότα λάβρος ἀήτης
 
λαίφεσιν ἀμφίζωστον, ἐδοχμώθη δέ κεραίη,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme